Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἡ μὲν οὖν πρώτη μερὶς ἡ τῶν Βοιωτῶν μέσην τὴν πορείαν ἐποιήσατο ἐπὶ τὴν Σελλασίαν καλουμένην πόλιν, καὶ τοὺς τῇδε κατοικοῦντας ἀπέστησε τῶν Λακεδαιμονίων.

Ἀργεῖοι δὲ κατὰ τοὺς ὅρους τῆς Τεγεάτιδος χώρας ἐμβαλόντες συνῆψαν μάχην τοῖς φρουροῦσι τὰς παρόδους, καὶ τόν τε ἡγεμόνα τῆς φρουρᾶς Ἀλέξανδρον τὸν Σπαρτιάτην ἀνεῖλον καὶ τῶν ἄλλων εἰς διακοσίους ἀπέκτειναν, ἐν οἷς ὑπῆρχον καὶ οἱ τῶν Βοιωτῶν φυγάδες.

ἡ δὲ τρίτη μερίς, ἐκ τῶν Ἀρκάδων συνεστηκυῖα καὶ στρατιώτας ἔχουσα πλείστους, εἰσέβαλεν εἰς τὴν Σκιρῖτιν καλουμένην χώραν, ἣν παρεφύλαττεν Ἰσχόλας, ἀνὴρ ἀνδρείᾳ καὶ συνέσει διαφέρων, μετὰ πολλῶν στρατιωτῶν. οὗτος δὲ τῶν ἐπιφανεστάτων στρατιωτῶν ἐπετελέσατο πρᾶξιν ἡρωικὴν καὶ μνήμης ἀξίαν.

ὁρῶν γὰρ ὅτι διὰ τὸ πλῆθος τῶν πολεμίων πάντες οἱ συνάψαντες μάχην ἀναιρεθήσονται, τὸ μὲν λιπεῖν τὴν ἐν ταῖς παρόδοις τάξιν ἀνάξιον τῆς Σπάρτης ἔκρινε, τὸ δὲ διασῶσαι τοὺς στρατιώτας χρήσιμον ἔσεσθαι τῇ πατρίδι· διὸ παραδόξως ἀμφοτέρων προενοήθη, καὶ τὴν γενομένην ποτὲ περὶ Θερμοπύλας ἀνδρείαν τοῦ βασιλέως Λεωνίδου φιλοτίμως ἐμιμήσατο.

διαλέξας γὰρ τοὺς νέους, τούτους μὲν ἀπέστειλεν εἰς τὴν Σπάρτην, χρησίμους ἐσομένους τῇ κινδυνευούσῃ περὶ τῶν ὅλων· αὐτὸς δὲ μετὰ τῶν πρεσβυτέρων φυλάττων τὴν τάξιν καὶ πολλοὺς ἀνελὼν τῶν πολεμίων, κυκλωθεὶς ὑπὸ τῶν Ἀρκάδων μετὰ πάντων ἀνῃρέθη.

Ἠλεῖοι δὲ τὴν τετάρτην μοῖραν ἔχοντες, καὶ κατʼ ἄλλους τόπους πεπταμένους διελθόντες, εἰς τὴν Ἑλλασίαν παρεγένοντο· εἰς τοῦτον γὰρ τὸν τόπον πᾶσι καταντᾶν παρήγγελτο. ἀθροισθείσης δὲ ἁπάσης τῆς δυνάμεως εἰς τὴν Ἑλλασίαν, προῆγον ἐπʼ αὐτὴν τὴν Σπάρτην πορθοῦντες ἅμα καὶ πυρπολοῦντες τὴν χώραν.