Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δὲ Λακεδαιμόνιοι, πολλοὺς μὲν ἀποβεβληκότες τῶν νέων ἐν τῇ περὶ Λεῦκτρα συμφορᾷ, οὐκ ὀλίγους δʼ ἐν ταῖς ἄλλαις ἥτταις ἀπολωλεκότες, καὶ τὸ σύνολον εἰς ὀλίγους πολιτικοὺς στρατιώτας ὑπὸ τῆς τύχης συγκεκλεισμένοι, πρὸς δὲ τούτοις τῶν συμμάχων τῶν μὲν ἀφεστηκότων, τῶν δὲ διὰ τὰς ὁμοίας αἰτίας ὀλιγανδρούντων, εἰς πολλὴν ἀμηχανίαν ἔπιπτον. διόπερ ἠναγκάζοντο καταφεύγειν ἐπὶ τὴν τῶν Ἀθηναίων βοήθειαν, οἷς τριάκοντα μὲν τυράννους ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐπέστησαν, τὰ δὲ τείχη τῆς πόλεως ἐκώλυσαν ἀνοικοδομεῖν, ἐπεβάλοντο δὲ καὶ τὴν πόλιν ἄρδην ἀναιροῦντες τὴν Ἀττικὴν ποιῆσαι μηλόβοτον.

ἀλλὰ γὰρ οὐδὲν ἰσχυρότερόν ἐστιν ἀνάγκης καὶ τύχης, διʼ ὧν ἐβιάσθησαν οἱ Λακεδαιμόνιοι τῶν πολεμιωτάτων δεηθῆναι. ὅμως δʼ οὐ διεσφάλησαν τῶν ἐλπίδων. ὁ γὰρ τῶν Ἀθηναίων δῆμος, μεγαλόψυχος ὢν καὶ φιλάνθρωπος, τὴν μὲν τῶν Θηβαίων ἰσχὺν οὐ κατεπλάγησαν, τοῖς δὲ Λακεδαιμονίοις ὑπὲρ ἀνδραποδισμοῦ κινδυνεύουσιν ἐψηφίσαντο βοηθεῖν πανδημεί. καὶ παραχρῆμα στρατηγὸν καταστήσαντες τὸν Ἰφικράτην ἐξέπεμψαν καὶ τοὺς νέους αὐθημερόν, ὄντας μυρίους καὶ δισχιλίους. Ἰφικράτης μὲν οὖν, προθύμους ἔχων τοὺς στρατιώτας, προῆγε μετὰ τῆς δυνάμεως κατὰ σπουδήν.

οἱ δὲ Λακεδαιμόνιοι, τῶν πολεμίων ἐπὶ τοὺς ὅρους τῆς Λακωνικῆς καταστρατοπεδευόντων, καὶ αὐτοὶ πανδημεὶ τὴν ἐκ τῆς Σπάρτης ἔξοδον ποιησάμενοι προῆγον ἐπὶ τοὺς ἐναντίους, ταῖς μὲν τῶν στρατιωτῶν δυνάμεσι τεταπεινωμένοι, ταῖς δὲ τῆς ψυχῆς ἀρεταῖς τεθαρρηκότες.

οἱ μὲν οὖν περὶ τὸν Ἐπαμεινώνδαν ὁρῶντες τὴν τῶν Λακεδαιμονίων χώραν δυσείσβολον οὖσαν, τὸ μὲν ἀθρόᾳ τηλικαύτῃ δυνάμει ποιεῖσθαι τὴν ἐμβολὴν οὐχ ἡγοῦντο συμφέρειν, εἰς τέτταρα δὲ μέρη διελόμενοι σφᾶς αὐτοὺς κατὰ πλείονας τόπους ἔκριναν ποιεῖσθαι τὴν ἔφοδον.