Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οὗτος δὲ λάθρᾳ νυκτὸς ἔλαθε τοὺς πολιορκοῦντας εἰσπλεύσας εἰς Κόρκυραν· καὶ καταλαβὼν τοὺς ἐν τῇ πόλει πρὸς μὲν ἀλλήλους στασιάζοντας, τὰ δὲ κατὰ τὸν πόλεμον κακῶς διοικοῦντας, τὰς μὲν στάσεις διέλυσε, τῆς δὲ πόλεως πολλὴν ἐπιμέλειαν ποιησάμενος εὐθαρσεῖς ἐποίησε τοὺς πολιορκουμένους.

καὶ τὸ μὲν πρῶτον ἀπροσδοκήτως τοῖς πολιορκοῦσιν ἐπιθέμενος ἀνεῖλεν αὐτῶν περὶ διακοσίους, ὕστερον δὲ μεγάλης μάχης γενομένης τόν τε Μνάσιππον ἀνεῖλε καὶ τῶν ἄλλων οὐκ ὀλίγους· τέλος δὲ τοὺς πολιορκοῦντας εἰς πολιορκίαν συγκλείσας μεγάλων ἐπαίνων ἔτυχεν.

τοῦ δὲ περὶ τὴν Κόρκυραν πολέμου σχεδὸν ἤδη τέλος ἔχοντος κατέπλευσεν ὁ στόλος τῶν Ἀθηναίων εἰς τὴν Κόρκυραν, ἔχων στρατηγοὺς Τιμόθεον καὶ Ἰφικράτην. οὗτοι δὲ τῶν καιρῶν ὑστερηκότες ἄλλο μὲν οὐδὲν ἔπραξαν μνήμης ἄξιον, τριήρεσι δὲ Σικελικαῖς περιτυχόντες, ἃς Διονύσιος ἦν ἀπεσταλκὼς Λακεδαιμονίοις ἐπὶ συμμαχίαν, ὧν ἡγοῦντο Κισσίδης καὶ Κρίνιππος, αὐτάνδρους εἷλαν, οὔσας ἐννέα· τοὺς δʼ ἁλόντας λαφυροπωλήσαντες, καὶ πλείω τῶν ἑξήκοντα ταλάντων ἀθροίσαντες, ἐμισθοδότησαν τὴν δύναμιν.

ἅμα δὲ τούτοις πραττομένοις κατὰ μὲν τὴν Κύπρον Νικοκλῆς ὁ εὐνοῦχος ἐδολοφόνησεν Εὐαγόραν τὸν βασιλέα καὶ τῆς τῶν Σαλαμινίων βασιλείας ἐκυρίευσε, κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πρὸς Πραινεστίνους παραταξάμενοι καὶ νικήσαντες τοὺς πλείστους τῶν ἀντιταξαμένων κατέκοψαν.