Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ γὰρ τὴν συγχωρηθεῖσαν τοῖς δήμοις αὐτονομίαν αἱ πόλεις ἐνέπιπτον εἰς ταραχὰς μεγάλας καὶ στάσεις, μάλιστα δὲ αἱ κατὰ τὴν Πελοπόννησον. ὀλιγαρχικοῖς γὰρ πολιτεύμασι κεχρημέναι, καὶ ταῖς τῆς δημοκρατίας ἐξουσίαις ἀπειραγάθως χρώμεναι, πολλοὺς τῶν ἀγαθῶν ἀνδρῶν ἐφυγάδευον καὶ κρίσεις ἐπιβάλλουσαι συκοφαντώδεις κατεδίκαζον. διόπερ εἰς στάσεις ἐμπίπτουσαι φυγὰς καὶ δημεύσεις οὐσιῶν ἐποιοῦντο, μάλιστα δὲ πρὸς τοὺς ἐπὶ τῆς Λακεδαιμονίων ἡγεμονίας προεστηκότας τῶν πατρίδων.

ἐν γὰρ τοῖς τότε χρόνοις ἐπιτακτικῶς ἐκείνων τοῖς πολίταις προσενηνεγμένων, ὕστερον ὁ δημοτικὸς ὄχλος ἀπολαβὼν τὴν ἐλευθερίαν ἐμνησικάκει. πρῶτον δὲ τῶν Φιαλέων οἱ φυγάδες συστραφέντες κατελάβοντο τὴν καλουμένην Ἡραίαν, χωρίον ὀχυρόν. ἐκ ταύτης δʼ ὁρμηθέντες παρεισέπεσον εἰς τὴν Φιάλειαν, καὶ Διονυσίαν κατὰ τύχην ὄντων ἐπιπεσόντες ἀπροσδοκήτως τοῖς ἐν τῷ θεάτρῳ καθημένοις, καὶ πολλοὺς ἀποσφάξαντες, οὐκ ὀλίγους δὲ καὶ συναπονοήσασθαι πείσαντες, ἀνεχώρησαν εἰς τὴν Σπάρτην.

οἱ δὲ τῆς Κορίνθου φυγάδες, συχνοὶ διατρίβοντες παρὰ τοῖς Ἀργείοις, ἐπεχείρησαν κατιέναι· παραδεχθέντες δʼ ἐπὶ τὴν πόλιν ὑπό τινων οἰκείων καὶ φίλων, διαβληθέντες ἐγένοντο περικατάληπτοι· μέλλοντες δὲ συναρπάζεσθαι, καὶ φοβούμενοι τὴν ἐκ τῆς ἁλώσεως αἰκίαν, ἀλλήλους ἀπέκτειναν. οἱ δὲ Κορίνθιοι πολλοὺς τῶν πολιτῶν αἰτιασάμενοι μετεσχηκέναι τοῖς φυγάσι τῆς ἐπιθέσεως, οὓς μὲν ἀπέκτειναν, οὓς δʼ ἐφυγάδευσαν.

ἐν δὲ τῇ πόλει τῶν Μεγαρέων ἐπιχειρήσαντές τινες μεταστῆσαι τὴν πολιτείαν, καὶ κρατηθέντες ὑπὸ τοῦ δήμου, πολλοὶ μὲν ἀνῃρέθησαν, οὐκ ὀλίγοι δʼ ἐξέπεσον. ὁμοίως δὲ καὶ παρὰ τοῖς Σικυωνίοις τινὲς νεωτερίζειν ἐπιβαλόμενοι καὶ σφαλέντες ἀνῃρέθησαν.

παρὰ δὲ τοῖς Φλιασίοις πολλῶν φυγαδευομένων, καὶ καταλαβομένων ἐπὶ τῆς χώρας φρούριον ὀχυρὸν καὶ πλῆθος μισθοφόρων ἀθροισάντων, ἐγένετο μάχη πρὸς τοὺς ἐκ τῆς πόλεως, καὶ νικησάντων τῶν φυγάδων ἀνῃρέθησαν τῶν Φλιασίων ὑπὲρ τοὺς τριακοσίους. ὕστερον δὲ προδόντων τῶν φυλάκων τοὺς φυγάδας, κρατήσαντες οἱ Φλιάσιοι τῶν φυγάδων ἀνεῖλον πλείους τῶν ἑξακοσίων, τοὺς δὲ λοιποὺς ἐκβαλόντες ἐκ τῆς χώρας ἠνάγκασαν φυγεῖν εἰς Ἄργος. αἱ μὲν οὖν κατὰ Πελοπόννησον πόλεις ἐν τοιαύταις συμφοραῖς ἦσαν.