Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Ναυσινίκου Ῥωμαῖοι χιλιάρχους τέσσαρας ἀντὶ τῶν ὑπάτων κατέστησαν, Μάρκον Κορνήλιον καὶ Κόιντον Σερουίλιον, Μάρκον Φούριον καὶ Λεύκιον Κοΐνκτιον. ἐπὶ δὲ τούτων ὁ κληθεὶς Βοιωτικὸς πόλεμος ἐνέστη Λακεδαιμονίοις πρὸς Βοιωτοὺς διὰ τοιαύτας αἰτίας. τὴν Καδμείαν φρουρούντων Λακεδαιμονίων ἀδίκως καὶ πολλοὺς τῶν ἀξιολόγων ἀνδρῶν πεφυγαδευκότων, συνεστράφησαν οἱ φυγάδες, καὶ συνεπιλαβομένων Ἀθηναίων κατῆλθον εἰς τὴν πατρίδα νυκτός.

καὶ πρῶτον μὲν τοὺς τὰ Λακεδαιμονίων φρονοῦντας ἐν ταῖς ἰδίαις οἰκίαις ἐφόνευσαν, ἔτι κοιμωμένους καταλαβόντες· ἔπειτα τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν παρακαλέσαντες συνεργοὺς ἔσχον ἅπαντας τοὺς Θηβαίους. ταχὺ δὲ τοῦ πλήθους συνδραμόντος μετὰ τῶν ὅπλων, ἅμʼ ἡμέρᾳ τὴν Καδμείαν πολιορκεῖν ἐπεχείρησαν.

οἱ δὲ φρουροῦντες τὴν ἄκραν Λακεδαιμόνιοι, μετὰ τῶν συμμάχων ὄντες οὐκ ἐλάττους τῶν χιλίων καὶ πεντακοσίων, εἰς μὲν τὴν Σπάρτην ἐξέπεμψαν τοὺς δηλώσοντας τὴν τῶν Θηβαίων ἐπανάστασιν καὶ βοηθεῖν τὴν ταχίστην παρακαλέσοντας, αὐτοὶ δʼ ἐκ τόπων ὑπερδεξίων ἀμυνόμενοι τοὺς πολιορκοῦντας πολλοὺς μὲν ἀνῄρουν, οὐκ ὀλίγους δὲ κατετραυμάτιζον.

οἱ δὲ Θηβαῖοι μεγάλην δύναμιν προσδοκῶντες ἥξειν ἐκ τῆς Ἑλλάδος Λακεδαιμονίοις, ἐξέπεμψαν πρεσβευτὰς εἰς τὰς Ἀθήνας, ὑπομιμνήσκοντες μὲν ὅτι καὶ αὐτοὶ συγκατήγαγον τὸν δῆμον τῶν Ἀθηναίων καθʼ ὃν καιρὸν ὑπὸ τῶν τριάκοντα τυράννων κατεδουλώθησαν, ἀξιοῦντες δὲ πανδημεὶ βοηθῆσαι καὶ πρὸ τῆς τῶν Λακεδαιμονίων παρουσίας συνεκπολεμῆσαι τὴν Καδμείαν.