Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἀναζεύξας οὖν μετὰ δυνάμεως ἐκ τῆς Πελοποννήσου καὶ καταντήσας πλησίον τῆς Ὀλυνθίων παρέλαβε τοὺς μετὰ Εὐδαμίδου στρατιώτας. γενόμενος δὲ ἀξιόμαχος τὸ μὲν πρῶτον τὴν τῶν Ὀλυνθίων χώραν ἐδῄωσε, καὶ συναγαγὼν πλῆθος λείας ἐμέρισε τοῖς στρατιώταις. τῶν δὲ Ὀλυνθίων μετὰ τῶν συμμάχων πανδημεὶ παραταξαμένων συνῆψε μάχην. καὶ τὸ μὲν πρῶτον ἰσορρόπου τοῦ κινδύνου γενομένου διεχωρίσθησαν· μετὰ δὲ ταῦτα γενομένης μάχης ἰσχυρᾶς, αὐτός τε ὁ Τελευτίας ἔπεσε λαμπρῶς ἀγωνισάμενος, καὶ τῶν Λακεδαιμονίων ἀνῃρέθησαν πλείους τῶν χιλίων καὶ διακοσίων.

τηλικαύτης δʼ εὐημερίας γενομένης τοῖς Ὀλυνθίοις, οἱ μὲν Λακεδαιμόνιοι, βουλόμενοι διορθώσασθαι τὸ γεγονὸς ἐλάττωμα, δυνάμεις ἁδροτέρας ἐκπέμπειν παρεσκευάζοντο, οἱ δὲ Ὀλύνθιοι, νομίζοντες μείζοσι δυνάμεσιν ἥξειν τοὺς Σπαρτιάτας καὶ τὸν πόλεμον ἔσεσθαι πολυχρόνιον, σίτου τε παρασκευὰς ἀξιολόγους ἐποιοῦντο καὶ παρὰ τῶν συμμάχων στρατιώτας προσελαμβάνοντο.