Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Εὐάνδρου Ῥωμαῖοι κατέστησαν ἀντὶ τῶν ὑπάτων χιλιάρχους ἕξ, Κόιντον Σολπίκιον, Γάιον Φάβιον, Κόιντον Σερουίλιον, Πόπλιον Κορνήλιον. ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι κατελάβοντο τὴν Καδμείαν ἐν ταῖς Θήβαις διά τινας τοιαύτας αἰτίας. ὁρῶντες τὴν Βοιωτίαν ἔχουσαν πόλεών τε πλῆθος καὶ τοὺς κατοικοῦντας αὐτὴν ἄνδρας ὑπάρχοντας ἀνδρείᾳ διαφόρους, ἔτι δὲ τὰς Θήβας ἐχούσας παλαιὸν ἀξίωμα καὶ τὸ σύνολον ὥσπερ ἀκρόπολίν τινα τῆς Βοιωτίας οὖσαν, εὐλαβοῦντο μήποτε καιροῦ παραφανέντος οἰκείου τῆς ἡγεμονίας ἀντιποιήσηται·

διόπερ τοῖς ἡγεμόσιν οἱ Σπαρτιᾶται παρήγγελλον ἐν ἀπορρήτοις, ἵνʼ ἐάν ποτε καιρὸν λάβωσι, καταλάβωνται τὴν Καδμείαν. τοιαύτης δὲ γενομένης παραγγελίας, Φοιβίδας ὁ Σπαρτιάτης, τεταγμένος ἐπί τινος ἡγεμονίας καὶ δύναμιν ἄγων ἐπὶ Ὀλυνθίους, κατελάβετο τὴν Καδμείαν. ἀγανακτούντων δὲ τῶν Θηβαίων καὶ μεθʼ ὅπλων συνδραμόντων, συνάψας μάχην αὐτοῖς καὶ νικήσας τριακοσίους μὲν τοὺς ἐπιφανεστάτους τῶν Θηβαίων ἐφυγάδευσε, τοὺς δὲ λοιποὺς καταπληξάμενος καὶ φρουρὰν ἰσχυρὰν ἐγκαταστησάμενος, ἐπὶ τὰς ἰδίας πράξεις ἀπηλλάγη. οἱ δὲ Λακεδαιμόνιοι διὰ τὴν πρᾶξιν ταύτην ἀδοξοῦντες παρὰ τοῖς Ἕλλησι, τὸν μὲν Φοιβίδαν ἐζημίωσαν χρήμασι, τὴν δὲ φρουρὰν οὐκ ἐξῆγον ἐκ τῶν Θηβῶν·

οἱ μὲν οὖν Θηβαῖοι τοῦτον τὸν τρόπον τὴν αὐτονομίαν ἀποβαλόντες ἠναγκάσθησαν ὑποταγῆναι τοῖς Λακεδαιμονίοις· τῶνδʼ Ὀλυνθίων διαπολεμούντων πρὸς Ἀμύνταν τὸν τῶν Μακεδόνων βασιλέα, Λακεδαιμόνιοι τὸν μὲν Φοιβίδαν ἀπέστησαν τῆς ἡγεμονίας, Εὐδαμίδαν δὲ τὸν ἀδελφὸν τοῦ Φοιβίδα κατέστησαν στρατηγόν. δόντες δʼ αὐτῷ τρισχιλίους ὁπλίτας ἐξαπέστειλαν διαπολεμήσοντα τὸν πρὸς Ὀλυνθίους πόλεμον.