Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

βαρείας δὲ καὶ ὑπερηφάνου τῆς ἀποκρίσεως δοκούσης ὑπάρχειν, οἱ Καρχηδόνιοι τῇ συνήθει πανουργίᾳ κατεστρατήγησαν τὸν Διονύσιον. προσποιηθέντες οὖν εὐδοκεῖσθαι ταῖς ὁμολογίαις, ἔφησαν αὐτοὺς μὲν μὴ ὑπάρχειν κυρίους τῆς τῶν πόλεων παραδόσεως, ἵνα δὲ τοῖς ἄρχουσι διαλεχθῶσι περὶ τούτων, ἠξίωσαν τὸν Διονύσιον ὀλίγας ἡμέρας ἀνοχὰς ποιήσασθαι.

συγχωρήσαντος δὲ τοῦ δυνάστου καὶ τῶν ἀνοχῶν γενομένων, ὁ μὲν Διονύσιος περιχαρὴς ἦν, ὡς αὐτίκα μάλα τὴν Σικελίαν πᾶσαν παραληψόμενος, οἱ δὲ Καρχηδόνιοι Μάγωνα μὲν τὸν βασιλέα μεγαλοπρεπῶς ἔθαψαν, ἀντὶ δʼ ἐκείνου στρατηγὸν κατέστησαν τὸν υἱὸν αὐτοῦ, νέον μὲν παντελῶς ὄντα, φρονήματος δὲ γέμοντα καὶ διάφορον ἀνδρείᾳ. οὗτος δὲ πάντα τὸν τῶν ἀνοχῶν χρόνον διετέλεσε διατάσσων καὶ γυμνάζων τὴν δύναμιν, διὰ δὲ τῆς τῶν ἔργων ἀθλήσεως καὶ τῆς τῶν λόγων παρακλήσεως καὶ γυμνασίας ἐν τοῖς ὅπλοις εὐπειθῆ καὶ δυνατὴν ἐποίησε τὴν στρατιάν.

ὡς δʼ ὁ τῆς ὁμολογίας διῆλθε χρόνος, ἀμφότεροι τὰς δυνάμεις ἐκτάξαντες συγκατέβησαν προθύμως ἐπὶ τὴν μάχην. γενομένης δὲ παρατάξεως ἰσχυρᾶς περὶ τὸ καλούμενον Κρόνιον, τὸ δαιμόνιον ἐναλλὰξ τῇ νίκῃ τὴν ἧτταν τῶν Καρχηδονίων διωρθώσατο· οἱ μὲν γὰρ προνενικηκότες διὰ τὴν προγεγενημένην εὐημερίαν μεγαλαυχοῦντες παραδόξως ἐσφάλησαν, οἱ δὲ διὰ τὴν ἧτταν πεπτωκότες ταῖς ἐλπίσιν, ἀπροσδόκητον καὶ μεγάλην εὐημερίαν ἀπηνέγκαντο.