Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁ δὲ βασιλεὺς καθʼ ἕνα τῶν δικαστῶν προσκαλούμενος ἐπηρώτησε, τίσι δικαίοις προσσχὼν ἕκαστος ἀπέλυσε τὸν κατηγορούμενον. ὁ μὲν οὖν πρῶτος ἔφησε, θεωρῶν τὰ μὲν ἐγκλήματα ἀμφισβητούμενα, τὰς δʼ εὐεργεσίας ὁμολογουμένας οὔσας· ὁ δὲ δεύτερος ἔφησε, καὶ τιθεμένων ἀληθινῶν τῶν ἐγκλημάτων, ὅμως τὰς εὐεργεσίας μείζους εἶναι τῆς ἁμαρτίας· ὁ δὲ τρίτος εἶπεν ὅτι τὰς μὲν εὐεργεσίας οὐ τίθεται πρὸς λόγον διὰ τὸ τὰς περὶ αὐτῶν χάριτας καὶ τιμὰς πολλαπλασίας ἀπειληφέναι παρὰ τοῦ βασιλέως τὸν Τιρίβαζον, αὐτῶν δὲ τῶν ἐγκλημάτων κατʼ ἰδίαν θεωρουμένων μὴ φαίνεσθαι τούτοις ἔνοχον εἶναι τὸν κατηγορούμενον.

ὁ δὲ βασιλεὺς τοὺς μὲν δικαστὰς ἐπῄνεσεν, ὡς δικαίως κεκρικότας, τὸν δὲ Τιρίβαζον ταῖς νομιζομέναις μεγίσταις τιμαῖς ἐκόσμησεν. τοῦ δὲ Ὀρόντου καταγνοὺς ὡς ψευδῆ κατηγορίαν πεπλακότος ἔκ τε τῶν φίλων ἐξέκρινε καὶ ταῖς ἐσχάταις ἀτιμίαις περιέβαλεν. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.