Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
τοῦ δʼ ἔτους τούτου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Δημόστρατος, ἐν Ῥώμῃ δʼ ὕπατοι τὴν ἀρχὴν παρειλήφεισαν Λεύκιος Λουκρήτιος καὶ Σερουίλιος. κατὰ δὲ τούτους τοὺς χρόνους Ἀρταξέρξης μὲν Στρούθαν στρατηγὸν κατέπεμψεν ἐπὶ θάλατταν μετὰ δυνάμεως Λακεδαιμονίοις πολεμήσοντα, Σπαρτιᾶται δὲ τὴν παρουσίαν αὐτοῦ πυθόμενοι Θίβρωνα στρατηγὸν εἰς τὴν Ἀσίαν ἐξέπεμψαν. ὃς κατελάβετο χωρίον Ἴονδα καὶ Κόρνισσον ὄρος ὑψηλόν, τῆς Ἐφέσου ἀπέχον σταδίους τετταράκοντα.
οὗτος μὲν οὖν ὀκτακισχιλίους ἔχων στρατιώτας σὺν τοῖς κατὰ τὴν Ἀσίαν ἀθροισθεῖσιν ἐπῄει τὴν τοῦ βασιλέως χώραν φθείρων, Στρούθας δὲ σὺν ἵππῳ τε βαρβαρικῇ πολλῇ καὶ στρατιώταις ὁπλίταις μὲν πεντακισχιλίοις, ψιλοῖς δὲ πλείοσι δισμυρίων, οὐ μακρὰν τῶν Λακεδαιμονίων κατεστρατοπέδευσεν.
τέλος δὲ τοῦ Θίβρωνος μετὰ μέρους τῆς δυνάμεως ἐξελθόντος καὶ πολλὴν περιβαλομένου λείαν, ἐπελθὼν ὁ Στρούθας τόν τε Θίβρωνα μαχόμενον ἀνεῖλε, καὶ τῶν στρατιωτῶν τοὺς μὲν πλείστους ἀπέκτεινε, τοὺς δʼ ἐζώγρησεν, ὀλίγοι δʼ εἰς τὸ Κνιδίνιον φρούριον διεσώθησαν.
Θρασύβουλος δʼ ὁ τῶν Ἀθηναίων στρατηγὸς ἐκ τῆς Λέσβου κομιζόμενος μετὰ τοῦ στόλου πρὸς Ἄσπενδον, ὥρμισε τὰς τριήρεις εἰς τὸν Εὐρυμέδοντα ποταμόν. χρήματα δʼ εἰληφότος αὐτοῦ παρὰ τῶν Ἀσπενδίων, ὅμως τινὲς τῶν στρατιωτῶν ἐδῄωσαν τὴν χώραν. γενομένης δὲ νυκτὸς οἱ μὲν Ἀσπένδιοι χαλεπῶς ἐνεγκόντες ἐπὶ τοῖς ἀδικήμασιν ἐπέθεντο τοῖς Ἀθηναίοις καὶ τόν τε Θρασύβουλον καί τινας τῶν ἄλλων ἀνεῖλαν· οἱ δὲ τῶν Ἀθηναίων τριήραρχοι περιδεεῖς γενόμενοι καὶ ταχὺ πληρώσαντες τὰς ναῦς, εἰς Ῥόδον ἐξέπλευσαν.
ἀφεστηκυίας δὲ τῆς πόλεως, καὶ τῶν φυγάδων φρούριόν τι κατειληφότων, μετὰ τούτων διεπολέμουν πρὸς τοὺς κατὰ τὴν πόλιν. οἱ δʼ Ἀθηναῖοι πυθόμενοι τὴν Θρασυβούλου τοῦ στρατηγοῦ τελευτήν, Ἀγύριον στρατηγὸν ἐξέπεμψαν. τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.