Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Καρχηδόνιοι δὲ βραδέως ἑαυτοὺς ἐκ τῆς περὶ Συρακούσας συμφορᾶς ἀναλαβόντες, ἔγνωσαν ἀντέχεσθαι τῶν κατὰ Σικελίαν πραγμάτων. κρίναντες δὲ διαγωνίζεσθαι, ναυσὶ μὲν μακραῖς ὀλίγαις διέβησαν, δύναμιν δὲ συνήγαγον ἀπό τε Λιβύης καὶ Σαρδοῦς, ἔτι δὲ τῶν ἐξ Ἰταλίας βαρβάρων. πάντας δʼ ἐπιμελῶς καθοπλίσαντες μετὰ τῆς οἰκείας χορηγίας ἐπεραιώθησαν εἰς τὴν Σικελίαν, οὐκ ἐλάττους ὄντες τῶν ὀκτὼ μυριάδων, ὧν ἡγεῖτο Μάγων.

οὗτος μὲν οὖν διὰ Σικελῶν πορευθείς, καὶ τὰς πλείστας πόλεις ἀποστήσας τοῦ Διονυσίου, κατεστρατοπέδευσεν ἐν τῇ τῶν Ἀγυριναίων χώρᾳ παρὰ τὸν Χρύσαν ποταμὸν ἐγγὺς τῆς ὁδοῦ τῆς φερούσης εἰς Μοργαντίναν· τοὺς γὰρ Ἀγυριναίους οὐ δυνάμενος εἰς συμμαχίαν προσλαβέσθαι, τῆς εἰς τοὔμπροσθεν ἀπέστη πορείας, ἀκούων τοὺς πολεμίους ἐκ Συρακουσῶν ὡρμηκέναι.

Διονύσιος δὲ πυθόμενος τοὺς Καρχηδονίους διὰ τῆς μεσογείου τὴν πορείαν ποιουμένους, ταχὺ συλλέξας οὓς ἠδύνατο τῶν Συρακοσίων καὶ τῶν μισθοφόρων ὥρμησε, τοὺς πάντας ἔχων οὐκ ἐλάττους δισμυρίων.

παραγενόμενος δʼ ἐγγὺς τῶν πολεμίων διεπρεσβεύσατο πρὸς Ἄγυριν τὸν δυναστεύοντα τῶν Ἀγυριναίων. οὗτος δὲ τῶν τότε τυράννων τῶν ἐν Σικελίᾳ μεγίστην εἶχε δύναμιν μετὰ Διονύσιον· τῶν τε γὰρ περικειμένων ἐρυμάτων σχεδὸν ἁπάντων ἐκυρίευε καὶ τῆς πόλεως τῶν Ἀγυριναίων ἦρχε πολυοχλουμένης κατʼ ἐκείνους τοὺς καιρούς· εἶχε γὰρ πολίτας οὐκ ἐλάττους δισμυρίων.

ἦν δὲ καὶ εἰς τοῦτο τὸ πλῆθος ἐν τῇ πόλει συνηθροισμένον χρημάτων πολλῶν κατὰ τὴν ἀκρόπολιν παράθεσις, ἣν Ἄγυρις ἠθροίκει πεφονευκὼς τοὺς εὐπορωτάτους τῶν πολιτῶν.

ἀλλʼ ὁ Διονύσιος μετʼ ὀλίγων εἰσελθὼν ἐντὸς τοῦ τείχους ἔπεισε τὸν Ἄγυριν συμμαχῆσαι γνησίως, καὶ πολλὴν ἐπηγγείλατο χώραν τῆς ὁμόρου δωρήσεσθαι κατορθωθέντος τοῦ πολέμου.

ὁ δʼ Ἄγυρις πρῶτον μὲν πάσῃ τῇ Διονυσίου δυνάμει σῖτον καὶ τἄλλα ὅσα ἦν χρεία προθύμως ἐδωρήσατο, καὶ πανδημεὶ τὴν δύναμιν ἐξαγαγὼν ἐστράτευσε μετὰ Διονυσίου καὶ κοινῇ πρὸς Καρχηδονίους διεπολέμει.