Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπεὶ δʼ ὁ ἐνιαύσιος διεληλύθει χρόνος, Ἀθήνησι μὲν ἦρχε Φιλοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν μετέλαβον ἓξ χιλίαρχοι, Πόπλιος καὶ Κορνήλιος, Καίσων Φάβιος, Λεύκιος Φούριος, Κόιντος Σερουίλιος, Μάρκος Οὐαλέριος· ἤχθη δὲ καὶ Ὀλυμπιὰς κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἑβδόμη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα Τερίρης.

κατὰ δὲ τούτους τοὺς χρόνους Ἀθηναῖοι στρατηγὸν ἑλόμενοι Θρασύβουλον ἐξέπεμψαν μετὰ τριήρων τετταράκοντα. οὗτος δὲ πλεύσας εἰς Ἰωνίαν καὶ χρήματα λαβὼν παρὰ τῶν συμμάχων ἀνέζευξε, καὶ διατρίβων περὶ Χερρόνησον Μήδοκον καὶ Σεύθην τοὺς τῶν Θρᾳκῶν βασιλεῖς συμμάχους ἐποιήσατο.

μετὰ δέ τινα χρόνον ἐξ Ἑλλησπόντου πλεύσας εἰς Λέσβον, ἐν τῷ παρὰ τὴν Ἔρεσον αἰγιαλῷ καθώρμει. ἐπιγενομένων δὲ πνευμάτων μεγάλων εἴκοσι μὲν καὶ τρεῖς τριήρεις διεφθάρησαν· μετὰ δὲ τῶν λοιπῶν διασωθεὶς ἐπῄει τὰς κατὰ τὴν Λέσβον πόλεις προσαγόμενος· ἀφειστήκεισαν γὰρ πᾶσαι πλὴν Μιτυλήνης.

καὶ πρῶτον μὲν ἐπὶ Μέθυμναν παραγενόμενος ἐπισυνῆψε μάχην τοῖς ἐκ τῆς πόλεως, ὧν ἦρχε Θηρίμαχος ὁ Σπαρτιάτης. ἀγωνισάμενος δὲ λαμπρῶς αὐτόν τε τὸν Θηρίμαχον ἀνεῖλε καὶ τῶν Μεθυμναίων οὐκ ὀλίγους, τοὺς δὲ λοιποὺς συνέκλεισεν ἐντὸς τῶν τειχῶν, καὶ τὴν μὲν τῶν Μεθυμναίων χώραν ἔφθειρε, τὴν δʼ Ἔρεσον καὶ τὴν Ἄντισσαν καθʼ ὁμολογίαν παρέλαβεν. μετὰ δὲ ταῦτα παρά τε Χίων καὶ Μιτυληναίων συμμάχων ἀθροίσας ναῦς ἔπλευσεν ἐπὶ Ῥόδον.