Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τούτων δὲ πραχθέντων οἱ μὲν Συρακόσιοι τὴν ἐξουσίαν δόντες τῷ τυράννῳ μετὰ πέντε νεῶν ἀποπλεῖν, ῥᾳθυμότεροι καθειστήκεσαν, καὶ τοὺς μὲν ἱππεῖς ἀπέλυσαν οὐδὲν χρησίμους ὄντας πρὸς τὴν πολιορκίαν, τῶν δὲ πεζῶν οἱ πλεῖστοι κατὰ τὴν χώραν ἐξῄεσαν ὡς ἤδη καταλελυμένης τῆς τυραννίδος.

οἱ δὲ Καμπανοὶ ταῖς ἐπαγγελίαις μετεωρισθέντες τὸ μὲν πρῶτον ἐπʼ Ἀγύριον παρεγενήθησαν· ἐκεῖ δὲ τὴν ἀποσκευὴν Ἄγυρι παραθέμενοι τῷ δυναστεύοντι τῆς πόλεως ἐξώρμησαν ἐπὶ Συρακούσας εὔζωνοι, τὸν ἀριθμὸν ὄντες ἱππεῖς χίλιοι διακόσιοι.

ταχὺ δὲ διανύσαντες τὴν ὁδὸν ἀπροσδοκήτως ἐπεφάνησαν τοῖς Συρακοσίοις, καὶ πολλοὺς αὐτῶν ἀνελόντες εἰσεβιάσαντο πρὸς τὸν Διονύσιον. κατέπλευσαν δὲ καὶ τριακόσιοι μισθοφόροι τῷ τυράννῳ κατὰ τὸν αὐτὸν καιρόν, ὥστε αὐτὸν ἀνακῦψαι ταῖς ἐλπίσιν.

οἱ δὲ Συρακόσιοι πάλιν τῆς δυναστείας ἰσχυροποιουμένης ἐστασίασαν πρὸς ἀλλήλους, τῶν μὲν ἀποφαινομένων μένειν καὶ πολιορκεῖν, τῶν δὲ λύειν τὸ στρατόπεδον καὶ τὴν πόλιν ἐκλιπεῖν.

ἃ δὴ συνιδὼν ὁ Διονύσιος ἐξήγαγεν ἐπʼ αὐτοὺς τὴν δύναμιν, καὶ τεταραγμένοις ἐπιπεσὼν ῥᾳδίως ἐτρέψατο περὶ τὴν Νέαν πόλιν καλουμένην. ἀνῃρέθησαν μὲν οὖν οὐ πολλοί· παριππεύων γὰρ ὁ Διονύσιος ἐκώλυσε φονεύειν τοὺς φεύγοντας· οἱ δὲ Συρακόσιοι παραχρῆμα μὲν κατὰ τὴν χώραν ἐσκεδάσθησαν, μετʼ ὀλίγον δὲ πρὸς τοὺς ἱππεῖς εἰς Αἴτνην ἠθροίσθησαν ὑπὲρ τοὺς ἑπτακισχιλίους.

Διονύσιος δὲ τοὺς πεσόντας τῶν Συρακοσίων θάψας ἀπέστειλε πρέσβεις εἰς Αἴτνην, ἀξιῶν τοὺς φυγάδας διαλύεσθαι καὶ τὴν πατρίδα κατοικεῖν, διδοὺς πίστιν μὴ μνησικακήσειν αὐτοῖς.

τινὲς μὲν οὖν τέκνα καὶ γυναῖκας ἀπολελοιπότες ἠναγκάσθησαν πεισθῆναι τοῖς παρακαλουμένοις· οἱ δὲ λοιποί, προφερομένων τῶν πρεσβευτῶν τὴν τοῦ Διονυσίου περὶ τὴν ταφὴν τῶν πεσόντων εὐεργεσίαν, ἔφασαν αὐτὸν ἄξιον εἶναι τυχεῖν τῆς ὁμοίας χάριτος, καὶ τοῖς θεοῖς ηὔχοντο τὴν ταχίστην αὐτὸν ἐπιδεῖν ταύτης τυγχάνοντα.

οὗτοι μὲν οὖν οὐδενὶ τρόπῳ βουληθέντες πιστεῦσαι τῷ τυράννῳ κατέμειναν ἐν Αἴτνῃ, καιρὸν ἐπιτηροῦντες κατʼ αὐτοῦ· Διονύσιος δὲ τοῖς μὲν κατελθοῦσι φυγάσι φιλανθρώπως ἐχρήσατο, βουλόμενος καὶ τοὺς ἄλλους προτρέψασθαι κατελθεῖν εἰς τὴν πατρίδα, τοὺς δὲ Καμπανοὺς ταῖς καθηκούσαις δωρεαῖς τιμήσας ἐξαπέστειλεν ἐκ τῆς πόλεως, ὑφορώμενος αὐτῶν τὴν ἀβεβαιότητα.

οἳ πορευθέντες εἰς Ἔντελλαν, καὶ πείσαντες τοὺς ἐν τῇ πόλει λαβεῖν ἑαυτοὺς συνοίκους, νυκτὸς ἐπιθέμενοι τοὺς μὲν ἡβῶντας ἀπέσφαξαν, τὰς δὲ γυναῖκας τῶν παρασπονδηθέντων γήμαντες κατέσχον τὴν πόλιν.