Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δὲ Σικελοὶ παρὰ τῶν πατέρων ἐκ παλαιοῦ παρειληφότες ὅτι τὰ μέρη ταῦτα τῆς νήσου Σικελῶν κατεχόντων Ἕλληνες πρώτως καταπλεύσαντες ἔκτισαν μὲν Νάξον, ἐξέβαλον δʼ ἐκ τούτου τοῦ λόφου τοὺς τότε κατοικοῦντας Σικελούς· διὸ δὴ φάσκοντες πατρῴαν ἀνακτήσασθαι χώραν καὶ περὶ ὧν εἰς τοὺς ἑαυτῶν προγόνους ἐξήμαρτον Ἕλληνες ἀμύνασθαι δικαίως, ἐφιλοτιμοῦντο κατασχεῖν τὸν λόφον.

ὑπερβαλλούσης δὲ φιλονεικίας παρʼ ἀμφοτέροις οὔσης, ἔτυχον μὲν οὖσαι τροπαὶ χειμεριναί, καὶ διὰ τοὺς ἐπιγινομένους χειμῶνας ὁ περὶ τὴν ἀκρόπολιν τόπος πλήρης ἦν χιόνος. ἐνταῦθα δὴ Διονύσιος τοὺς Σικελοὺς διὰ τὴν ὀχυρότητα καὶ τὴν ὑπερβολὴν τοῦ τείχους ῥᾳθυμοῦντας περὶ τὴν κατὰ τὴν ἀκρόπολιν φυλακὴν εὑρών, ὥρμησε νυκτὸς ἀσελήνου καὶ χειμερίου πρὸς τοὺς ἀνωτάτω τόπους.

πολλὰ δὲ κακοπαθήσας διά τε τὴν τῶν κρημνῶν δυσχέρειαν καὶ τὸ πλῆθος τῆς χιόνος, μιᾶς μὲν ἀκροπόλεως ἐκυρίευσε, καὶ τὸ πρόσωπον ἐξήλκωσε καὶ τὰς ὄψεις ἔβλαψε διὰ τὸ ψῦχος· μετὰ δὲ ταῦτα εἰς τὸ ἕτερον μέρος παρεισπεσὼν εἰσήγαγε τὴν δύναμιν εἰς τὴν πόλιν. τῶν δὲ Σικελῶν ἀθρόων βοηθησάντων ἐξεώσθησαν οἱ μετὰ τοῦ Διονυσίου, καὶ αὐτὸς ἐν τῇ φυγῇ τυπτόμενος εἰς τὸν θώρακα περιεκυλίσθη, καὶ παρʼ ὀλίγον συνελήφθη ζῶν.

τῶν δὲ Σικελῶν ἐπικειμένων ἐξ ὑπερδεξίων τόπων, ἀνῃρέθησαν μὲν τῶν μετὰ Διονυσίου πλείους τῶν ἑξακοσίων, ἀπέβαλον δὲ τὰς πανοπλίας οἱ πλεῖστοι· καὶ αὐτὸς δὲ ὁ Διονύσιος μόνον τὸν θώρακα διέσωσεν.

μετὰ δὲ τὴν ἀτυχίαν ταύτην Ἀκραγαντῖνοι καὶ Μεσσήνιοι τοὺς τὰ Διονυσίου φρονοῦντας μεταστησάμενοι, τῆς ἐλευθερίας ἀντείχοντο καὶ τῆς τοῦ τυράννου συμμαχίας ἀπέστησαν.