Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δὲ Καρχηδόνιοι κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν ἡττημένοι διεπρεσβεύσαντο πρὸς Διονύσιον λάθρᾳ τῶν Συρακοσίων· ἠξίουν δὲ αὐτὸν ἀφιέναι τοὺς περιλειπομένους εἰς Λιβύην διακομισθῆναι, καὶ τὰ κατὰ τὴν παρεμβολὴν αὐτοῖς ὄντα τριακόσια τάλαντα δώσειν ἐπηγγέλλοντο.

ὁ δὲ Διονύσιος ἅπαντας μὲν ἀδύνατον εἶναι φυγεῖν ἀπεφαίνετο, τοὺς δὲ πολιτικοὺς συνεχώρησε μόνους νυκτὸς ἀπελθεῖν λάθρᾳ κατὰ θάλατταν· ᾔδει γὰρ τοὺς Συρακοσίους καὶ τοὺς συμμάχους οὐκ ἐπιτρέψοντας αὐτῷ περὶ τούτων συγχωρεῖν τοῖς πολεμίοις.

ταῦτα δʼ ἔπραττεν ὁ Διονύσιος οὐ βουλόμενος τελείως ἀπολέσθαι τὴν τῶν Καρχηδονίων δύναμιν, ὅπως οἱ Συρακόσιοι διὰ τὸν ἀπὸ τούτων φόβον μηδέποτε σχολὴν λάβωσιν ἀντέχεσθαι τῆς ἐλευθερίας. ὁ μὲν οὖν Διονύσιος συνθέμενος εἰς ἡμέραν τετάρτην ὑπὸ νύκτα τὴν φυγὴν τοῖς Καρχηδονίοις, τὸ στρατόπεδον ἀπήγαγεν εἰς τὴν πόλιν·

ὁ δʼ Ἰμίλκων νυκτὸς παρακομίσας εἰς τὴν ἀκρόπολιν τὰ τριακόσια τάλαντα παρέδωκε τοῖς ἐν τῇ Νήσῳ τεταγμένοις ὑπὸ τοῦ τυράννου, αὐτὸς δʼ, ἐπεὶ παρῆν ὁ συγκείμενος χρόνος, νυκτὸς ἐπλήρωσε τετταράκοντα τριήρεις τῶν πολιτικῶν, καὶ καταλιπὼν τὸ λοιπὸν ἅπαν στρατόπεδον ὥρμησε φεύγειν.

ἤδη δʼ αὐτοῦ τὸν λιμένα διεκπεπλευκότος ᾔσθοντό τινες τῶν Κορινθίων τὸν δρασμόν, καὶ ταχέως ἀπήγγειλαν τῷ Διονυσίῳ. τοῦ δὲ τοὺς στρατιώτας τε καλοῦντος εἰς τὰ ὅπλα καὶ κατὰ σχολὴν τοὺς ἡγεμόνας ἀθροίζοντος, οὐκ ἀνέμειναν αὐτὸν οἱ Κορίνθιοι, ταχὺ δʼ ἀναχθέντες ἐπὶ τοὺς Καρχηδονίους καὶ πρὸς ἀλλήλους ἐν ταῖς εἰρεσίαις φιλοτιμούμενοι τὰς ἐσχάτας Φοινίσσας ναῦς κατέλαβον, ἃς τοῖς ἐμβόλοις συντρίψαντες κατέδυσαν.

μετὰ δὲ ταῦτα Διονύσιος μὲν ἐξήγαγε τὴν δύναμιν, οἱ δὲ συμμαχοῦντες τοῖς Καρχηδονίοις Σικελοὶ φθάσαντες τοὺς Συρακοσίους ἔφυγον διὰ τῆς μεσογείου, καὶ σχεδὸν πάντες διεσώθησαν εἰς τὰς πατρίδας.

καὶ Διονύσιος μὲν τὰς ὁδοὺς διαλαβὼν φυλακαῖς ἀπήγαγε τὴν δύναμιν ἐπὶ τὴν τῶν πολεμίων στρατοπεδείαν ἔτι νυκτὸς οὔσης· οἱ δὲ βάρβαροι καταλειφθέντες ὑπό τε τοῦ στρατηγοῦ καὶ τῶν Καρχηδονίων, ἔτι δὲ τῶν Σικελῶν, ἠθύμησαν καὶ καταπλαγέντες ἔφευγον.

οἱ μὲν ἐν ταῖς ὁδοῖς καὶ ταῖς προφυλακαῖς ἐμπίπτοντες συνελαμβάνοντο, οἱ δὲ πλεῖστοι τὰ ὅπλα ῥιπτοῦντες συνήντων, δεόμενοι φείσασθαι τοῦ βίου· μόνοι δὲ Ἴβηρες ἠθροισμένοι μετὰ τῶν ὅπλων ἐπεκηρυκεύοντο περὶ συμμαχίας.

Διονύσιος δὲ πρὸς μὲν τούτους σπεισάμενος κατέταξε τοὺς Ἴβηρας εἰς τοὺς μισθοφόρους, τὸ δὲ λοιπὸν πλῆθος ἐζώγρησε καὶ τὴν λοιπὴν ἀποσκευὴν ἐφῆκε τοῖς στρατιώταις διαρπάσαι.