Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

διόπερ οἱ Καρχηδόνιοι περιστρατοπεδεύσαντες τὴν Μεσσήνην καὶ διὰ τῶν πεπτωκότων τειχῶν εἰσβιασάμενοι τῆς πόλεως ἐκυρίευσαν.

τῶν δὲ Μεσσηνίων οἱ μὲν μαχόμενοι γενναίως ἀνῃρέθησαν, οἱ δʼ εἰς τὰς ἐγγυτάτω κειμένας πόλεις ἔφυγον, ὁ δὲ πολὺς ὄχλος διὰ τῶν παρακειμένων ὀρῶν ὁρμήσας εἰς τὰ κατὰ τὴν χώραν φρούρια διεσπάρη·

τῶν δὲ ἄλλων τινὲς μὲν ὑπὸ τῶν πολεμίων συνελαμβάνοντο, τινὲς δὲ ἀποληφθέντες εἰς τὸ πρὸς τὸν λιμένα μέρος ἔρριψαν ἑαυτοὺς εἰς τὴν θάλατταν, ἐλπίζοντες διανήξασθαι τὸν μεταξὺ πόρον. τούτων δὲ ὄντων πλειόνων ἢ διακοσίων, οἱ πλεῖστοι μὲν ὑπὸ τοῦ ῥοῦ διεφθάρησαν, πεντήκοντα δὲ πρὸς τὴν Ἰταλίαν διεσώθησαν.

Ἰμίλκων δὲ τὴν δύναμιν ἅπασαν μεταγαγὼν εἰς τὴν πόλιν, τὸ μὲν πρῶτον ἐπεχείρησε πορθεῖν τὰ κατὰ τὴν χώραν φρούρια, τούτων δʼ ὀχυρῶν ὄντων, καὶ τῶν εἰς αὐτὰ συμπεφευγότων γενναίως ἀγωνιζομένων, ἀνέστρεψεν εἰς τὴν πόλιν, ἀδυνατήσας αὐτῶν κυριεῦσαι. μετὰ δὲ ταῦτα τήν τε δύναμιν ἀνελάμβανε καὶ παρεσκευάζετο τὴν πορείαν ἐπὶ Συρακούσας ποιεῖσθαι.