Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τοῦ δʼ ἐνιαυσιαίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἔλαβε τὴν ἀρχὴν Φορμίων, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων ἐγένοντο χιλίαρχοι ἕξ, Γναῖος Γενούκιος καὶ Λεύκιος Ἀτίλιος, Μάρκος Πομπώνιος, Γάιος Δυίλιος, Μάρκος Οὐετούριος, Οὐαλέριος Ποπλίλιος, Ὀλυμπιὰς δʼ ἤχθη ἐνενηκοστὴ καὶ ἕκτη, καθʼ ἣν ἐνίκα Εὔπολις Ἠλεῖος.

τούτων δὲ τὴν ἀρχὴν παραλαβόντων Διονύσιος ὁ τῶν Συρακοσίων τύραννος μετὰ πάσης τῆς δυνάμεως ἀναζεύξας ἐκ Συρακουσῶν ἐνέβαλεν εἰς τὴν τῶν Καρχηδονίων ἐπικράτειαν. πορθοῦντος δʼ αὐτοῦ τὴν χώραν, Ἁλικυαῖοι μὲν καταπλαγέντες διεπρεσβεύσαντο πρὸς αὐτὸν καὶ συμμαχίαν ἐποιήσαντο, Αἰγεσταῖοι δὲ τοῖς πολιορκοῦσι νυκτὸς ἀπροσδοκήτως ἐπιθέμενοι, καὶ πῦρ ἐνέντες ταῖς κατὰ τὴν παρεμβολὴν σκηναῖς, εἰς πολλὴν ταραχὴν ἤγαγον τοὺς ἐν τῇ στρατοπεδείᾳ·

ἐπινεμηθείσης δὲ τῆς φλογὸς ἐπὶ πολὺν τόπον, καὶ τοῦ πυρὸς ἀκατασχέτου γενηθέντος, τῶν μὲν παραβοηθούντων στρατιωτῶν ὀλίγοι διεφθάρησαν, τῶν δʼ ἵππων οἱ πλεῖστοι ταῖς σκηναῖς συγκατεκαύθησαν.

καὶ Διονύσιος μὲν ἐδῄου τὴν χώραν οὐδενὸς ὑφισταμένου, Λεπτίνης δʼ ὁ ναύαρχος περὶ Μοτύην διατρίβων ἐπετήρει τὸν τῶν πολεμίων κατάπλουν. οἱ δὲ Καρχηδόνιοι πυθόμενοι τὸ μέγεθος τῆς τοῦ Διονυσίου δυνάμεως, ἔκριναν πολὺ ταῖς παρασκευαῖς αὐτὸν ὑπερθέσθαι.

διόπερ Ἰμίλκωνα βασιλέα κατὰ νόμον καταστήσαντες, ἐκ τῆς Λιβύης ὅλης, ἔτι δʼ ἐκ τῆς Ἰβηρίας συνήγαγον δυνάμεις, τὰς μὲν παρὰ τῶν συμμάχων μεταπεμπόμενοι, τὰς δὲ μισθούμενοι· καὶ πέρας ἤθροισαν πεζῶν μὲν ὑπὲρ τὰς τριάκοντα μυριάδας, ἱππεῖς δὲ τετρακισχιλίους χωρὶς τῶν ἁρμάτων· ταῦτα δʼ ἦσαν τετρακόσια· ναῦς δὲ μακρὰς μὲν τετρακοσίας, τὰς δὲ τὸν σῖτον καὶ τὰ μηχανήματα καὶ τὴν ἄλλην ὑπηρεσίαν παρακομιζούσας πλείους τῶν ἑξακοσίων, καθάπερ φησὶν Ἔφορος.

Τίμαιος μὲν γὰρ τὰς ἐκ τῆς Λιβύης περαιωθείσας δυνάμεις οὐ πλείω φησὶν εἶναι δέκα μυριάδων, καὶ πρὸς ταύταις ἑτέρας τρεῖς ἀποφαίνεται κατὰ Σικελίαν στρατολογηθείσας.