Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ δὲ τὴν ἐκκλησίαν, τοῦ Διονυσίου τὴν ἐξουσίαν δόντος, οἱ Συρακόσιοι τὰ Φοινικικὰ χρήματα διήρπασαν. οὐκ ὀλίγοι γὰρ τῶν Καρχηδονίων ᾤκουν ἐν ταῖς Συρακούσαις ἁδρὰς ἔχοντες κτήσεις, πολλοὶ δὲ καὶ τῶν ἐμπόρων εἶχον ἐν τῷ λιμένι τὰς ναῦς γεμούσας φορτίων, ἃ πάντα διεφόρησαν οἱ Συρακόσιοι.

παραπλησίως δὲ καὶ οἱ λοιποὶ Σικελιῶται τοὺς παρʼ αὐτοῖς οἰκοῦντας τῶν Φοινίκων ἐκβαλόντες τὰς κτήσεις διήρπασαν· καίπερ γὰρ τὴν Διονυσίου τυραννίδα μισοῦντες, ὅμως ἡδέως ἐκοινώνουν τοῦ πρὸς Καρχηδονίους πολέμου διὰ τὴν ὠμότητα τῶν ἀνδρῶν.

ὧν δὴ χάριν καὶ οἱ τὰς Ἑλληνίδας πόλεις οἰκοῦντες ὑπὸ Καρχηδονίους, ἐπειδὴ φανερῶς ὁ Διονύσιος ἐξέφερε τὸν πόλεμον, ἐναπεδείξαντο τὸ πρὸς τοὺς Φοίνικας μῖσος· οὐ μόνον γὰρ αὐτῶν τὰς οὐσίας διήρπασαν, ἀλλὰ καὶ αὐτοὺς συλλαμβάνοντες πᾶσαν αἰκίαν καὶ ὕβριν εἰς τὰ σώματʼ αὐτῶν ἀπετίθεντο, μνημονεύοντες ὧν αὐτοὶ κατὰ τὴν αἰχμαλωσίαν ἔπαθον.

ἐπὶ τοσοῦτον δὲ τῆς κατὰ τῶν Φοινίκων τιμωρίας προέβησαν καὶ τότε καὶ κατὰ τὸν ὕστερον χρόνον, ὥστε τοὺς Καρχηδονίους διδαχθῆναι μηκέτι παρανομεῖν εἰς τοὺς ὑποπεσόντας· οὐ γὰρ ἠγνόουν, διʼ αὐτῶν τῶν ἔργων μαθόντες, ὅτι τοῖς διαπολεμοῦσι κοινῆς τῆς τύχης ὑπαρχούσης ἀμφοτέρους κατὰ τὰς ἥττας τοιαῦτα ἀνάγκη πάσχειν, οἷα ἂν αὐτοὶ πράξωσιν εἰς τοὺς ἀτυχήσαντας.

ὁ δʼ οὖν Διονύσιος, ἐπειδὴ πάντʼ αὐτῷ τὰ πρὸς τὸν πόλεμον ἡτοίμαστο, διενοεῖτο πέμπειν ἀγγέλους εἰς Καρχηδόνα τοὺς ἐροῦντας, ὅτι Συρακόσιοι καταγγέλλουσι πόλεμον Καρχηδονίοις, ἐὰν μὴ τὰς ὑπʼ αὐτῶν καταδεδουλωμένας Ἑλληνίδας πόλεις ἐλευθερώσωσιν. Διονύσιος μὲν οὖν περὶ ταῦτʼ ἐγίνετο.

Κτησίας δʼ ὁ συγγραφεὺς τὴν τῶν Περσικῶν ἱστορίαν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατέστροφεν, ἀρξάμενος ἀπὸ Νίνου καὶ Σεμιράμεως. ἤκμασαν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν οἱ ἐπισημότατοι διθυραμβοποιοί, Φιλόξενος Κυθήριος, Τιμόθεος Μιλήσιος, Τελέστης Σελινούντιος, Πολύειδος, ὃς καὶ ζωγραφικῆς καὶ μουσικῆς εἶχεν ἐμπειρίαν.