Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
τούτων δὲ πραττομένων Θρᾷκες πολλοῖς πλήθεσιν ἐνέβαλον εἰς τὴν Χερρόνησον, καὶ τὴν χώραν πᾶσαν πορθήσαντες τειχήρεις συνεῖχον τὰς ἐν αὐτῇ πόλεις. οἱ δὲ Χερρονησῖται πιεζόμενοι τῷ πολέμῳ μετεπέμψαντο Δερκυλίδαν τὸν Λακεδαιμόνιον ἐκ τῆς Ἀσίας.
οὗτος δὲ διαβὰς μετὰ τῆς δυνάμεως τοὺς μὲν Θρᾷκας ἐξήλασεν ἐκ τῆς χώρας, τὴν δὲ Χερρόνησον ἀπὸ θαλάττης ἀρξάμενος μέχρι θαλάττης διετείχισεν. τοῦτο δὲ πράξας τοὺς μὲν Θρᾷκας ἐκώλυσε τῆς εἰς τὸν μετὰ ταῦτα χρόνον καταδρομῆς, αὐτὸς δὲ μεγάλαις δωρεαῖς τιμηθεὶς διεβίβασε τὸ στρατόπεδον εἰς τὴν Ἀσίαν.
Φαρνάβαζος δὲ τῶν πρὸς Λακεδαιμονίους ἀνοχῶν γενομένων ἀνέβη πρὸς τὸν βασιλέα, καὶ συνέπεισεν αὐτὸν στόλον ἑτοιμάσαι καὶ ναύαρχον ἐπιστῆσαι Κόνωνα τὸν Ἀθηναῖον· οὗτος γὰρ ἦν ἔμπειρος τῶν κατὰ πόλεμον ἀγώνων, καὶ μάλιστα τῶν πολεμίων· πολεμικώτατος δʼ ὢν ἐν Κύπρῳ διέτριβε παρʼ Εὐαγόρᾳ τῷ βασιλεῖ. πεισθέντος δὲ τοῦ βασιλέως, Φαρνάβαζος λαβὼν ἀργυρίου τάλαντα πεντακόσια παρεσκευάζετο κατασκευάζειν ναυτικόν.
διαπλεύσας οὖν εἰς Κύπρον τοῖς μὲν ἐκεῖ βασιλεῦσι παρήγγειλεν ἑκατὸν τριήρεις ἑτοιμάζειν, τῷ δὲ Κόνωνι περὶ τῆς ναυαρχίας διαλεχθεὶς ἐπέστησεν αὐτὸν ἐπὶ τὴν θάλατταν ἡγεμόνα, μεγάλας ὑποφαίνων παρὰ τοῦ βασιλέως ἐλπίδας.
ὁ δὲ Κόνων ἅμα μὲν ἐλπίζων ἀνακτήσεσθαι τῇ πατρίδι τὴν ἡγεμονίαν,εἰ Λακεδαιμόνιοι καταπολεμηθεῖεν, ἅμα δʼ αὐτὸς μεγάλης τεύξεσθαι δόξης, προσεδέξατο τὴν ναυαρχίαν.
οὔπω δὲ τοῦ στόλου παντὸς παρεσκευασμένου, τὰς ἑτοίμους ναῦς τετταράκοντα λαβὼν διέπλευσεν εἰς Κιλικίαν, κἀκεῖ τὰ πρὸς τὸν πόλεμον ἡτοιμάζετο. Φαρνάβαζος δὲ καὶ Τισσαφέρνης ἐκ τῶν ἰδίων σατραπειῶν ἀθροίσαντες στρατιώτας ἀνέζευξαν, ἐπὶ τῆς Ἐφέσου τὴν πορείαν ποιούμενοι διὰ τὸ τοὺς πολεμίους ἔχειν ἐνταῦθα τὴν δύναμιν.