Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁ μὲν Θρασύβουλος ἔφησε προκρίνειν τὴν ἑαυτοῦ φυγὴν τῆς τῶν τριάκοντα δυναστείας, καὶ τὸν πόλεμον οὐ καταλύσειν, εἰ μὴ πάντες οἱ πολῖται κατέλθωσι καὶ τὴν πάτριον πολιτείαν ὁ δῆμος ἀπολάβῃ. οἱ δὲ τριάκοντα θεωροῦντες πολλοὺς μὲν ἀφʼ ἑαυτῶν ἀφισταμένους διὰ τὸ μῖσος, τοὺς δὲ φυγάδας ἀεὶ πλείους γινομένους, ἀπέστειλαν εἰς Σπάρτην πρέσβεις περὶ βοηθείας, αὐτοὶ δʼ ὅσους ἠδύναντο πλείστους ἀθροίσαντες ἐν ὑπαίθρῳ περιεστρατοπέδευσαν περὶ τὰς ὀνομαζομένας Ἀχαρνάς.

ὁ δὲ Θρασύβουλος τὴν ἱκανὴν φυλακὴν τοῦ χωρίου καταλιπὼν ἐξήγαγε τοὺς φυγάδας, ὄντας χιλίους καὶ διακοσίους· ἐπιθέμενος δὲ τῇ τῶν ἐναντίων παρεμβολῇ νυκτὸς ἀπροσδοκήτως καὶ συχνοὺς ἀποκτείνας, τοὺς ἄλλους διὰ τὸ παράδοξον ἐξέπληξε καὶ φυγεῖν εἰς Ἀθήνας ἠνάγκασεν.

μετὰ δὲ τὴν μάχην ὁ Θρασύβουλος εὐθὺς μὲν ὥρμησεν ἐπὶ τὸν Πειραιᾶ καὶ κατελάβετο τὴν Μουνυχίαν, λόφον ἔρημον καὶ καρτερόν, οἱ δὲ τύραννοι τῇ δυνάμει πάσῃ καταβάντες εἰς τὸν Πειραιᾶ προσέβαλον τῇ Μουνυχίᾳ, Κριτίου τὴν ἡγεμονίαν ἔχοντος. ἐπὶ πολὺν δὲ χρόνον τῆς μάχης καρτερᾶς γενομένης, οἱ μὲν τύραννοι τοῖς πλήθεσιν ὑπερεῖχον, οἱ δὲ φυγάδες τῇ τῶν τόπων ὀχυρότητι.

τέλος δὲ Κριτίου πεσόντος οἱ μετὰ τῶν τριάκοντα κατεπλάγησαν καὶ πρὸς τοὺς ὁμαλωτέρους τόπους κατέφυγον, οὐ τολμώντων τῶν φυγάδων εἰς ἐκείνους καταβαίνειν. μετὰ δὲ ταῦτα συχνῶν ἀφισταμένων πρὸς τοὺς φυγάδας, οἱ περὶ τὸν Θρασύβουλον ἐξαίφνης ἐπέθεντο τοῖς ἐναντίοις, καὶ μάχῃ κρατήσαντες ἐκυρίευσαν τοῦ Πειραιῶς.

εὐθὺ δὲ πολλοὶ μὲν τῶν ἐκ τῆς πόλεως ἐπιθυμοῦντες ἀπαλλαγῆναι τῆς τυραννίδος συνέρρεον εἰς τὸν Πειραιᾶ, πάντες δʼ οἱ κατὰ τὰς πόλεις διερριμμένοι φυγάδες ἀκούοντες τὰ προτερήματα τῶν περὶ Θρασύβουλον, ἧκον εἰς Πειραιᾶ, καὶ τὸ λοιπὸν ἤδη πολὺ ταῖς δυνάμεσιν οἱ φυγάδες ὑπερεῖχον· διὸ καὶ πολιορκεῖν τὴν πόλιν ἐπεχείρησαν.

οἱ δʼ ἐν ταῖς Ἀθήναις τοὺς μὲν τριάκοντα τῆς ἀρχῆς παύσαντες ἐκ τῆς πόλεως ἐξέπεμψαν, δέκα δʼ ἄνδρας κατέστησαν αὐτοκράτορας, εἰ δύναιντο, μάλιστα φιλικῶς διαλύεσθαι τὸν πόλεμον. οὗτοι δὲ παραλαβόντες τὴν ἀρχὴν τούτων μὲν ἠμέλησαν, ἑαυτοὺς δὲ τυράννους ἀποδείξαντες ἀπὸ Λακεδαίμονος τετταράκοντα ναῦς μετεπέμψαντο καὶ στρατιώτας χιλίους, ὧν ἦρχε Λύσανδρος.