Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
εἰς ἣν ἀθροισθέντων τῶν ἐγχωρίων ἐπʼ αὐτούς, τούτους μὲν κρατήσαντες μάχῃ πολλοὺς ἀνεῖλαν, αὐτοὶ δὲ λόφον ὀχυρὸν καταλαβόμενοι τὴν χώραν ἐπόρθουν, καὶ τὰς ὠφελείας εἰς τοῦτον ἀθροίσαντες ἀφθόνως ἑαυτοὺς ἀνελάμβανον.
εὑρίσκετο δὲ καὶ σμήνη παμπληθῆ περὶ τοὺς τόπους, ἐξ ὧν πολυτελῆ προσεφέρετο κηρία. τούτων δʼ οἱ γευσάμενοι παραλόγῳ περιέπιπτον συμπτώματι· οἱ γὰρ μεταλαβόντες αὐτῶν ἄφρονες ἐγίνοντο καὶ πίπτοντες ἐπὶ τὴν γῆν ὅμοιοι τοῖς τετελευτηκόσιν ὑπῆρχον.
πολλῶν δὲ φαγόντων διὰ τὴν γλυκύτητα τῆς ἀπολαύσεως, ταχὺ τὸ πλῆθος ἐγεγόνει τῶν πεπτωκότων οἱονεὶ τροπῆς ἐν πολέμῳ γεγενημένης. ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἠθύμησεν ἡ δύναμις, καταπεπληγμένη τό τε παράδοξον καὶ τὸ πλῆθος τῶν ἠτυχηκότων· τῇ δʼ ὑστεραίᾳ περὶ τὴν αὐτὴν ὥραν ἅπαντες ἑαυτοὺς ἀνελάμβανον καὶ κατʼ ὀλίγον ἀνακτώμενοι τὸ φρονεῖν ἀνέστησαν, καὶ τὸ σῶμα διετέθησαν ὁμοίως τοῖς ἐκ φαρμακοποσίας διασωθεῖσιν.
ὡς δʼ ἀνέλαβον ἑαυτοὺς ἐν τρισὶν ἡμέραις, ἐπορεύθησαν εἰς Τραπεζοῦντα πόλιν Ἑλληνίδα, Σινωπέων μὲν ἄποικον, κειμένην δʼ ἐν τῇ Κόλχων χώρᾳ. ἐνταῦθα δὲ διατρίψαντες ἡμέρας τριάκοντα, παρὰ μὲν τοῖς ἐγχωρίοις λαμπρῶς ἐξενίσθησαν, αὐτοὶ δὲ τῷ τε Ἡρακλεῖ καὶ Διὶ σωτηρίῳ θυσίαν ἐποίησαν καὶ γυμνικὸν ἀγῶνα, καθʼ ὃν τόπον φασὶ προσπλεῦσαι τὴν Ἀργὼ καὶ τοὺς περὶ Ἰάσονα.
ἐκεῖθεν δὲ Χειρίσοφον μὲν τὸν ἀφηγούμενον ἀπέστειλαν εἰς Βυζάντιον ἐπὶ πλοῖα καὶ τριήρεις· ἔλεγε γὰρ εἶναι φίλος Ἀναξιβίῳ τῷ Βυζαντίων ναυάρχῳ. τοῦτον μὲν οὖν ἐπὶ κέλητος ἐξέπεμψαν· λαβόντες δὲ τῶν ἐπικώπων δύο πλοιάρια παρὰ τῶν Τραπεζουντίων, ἐλῄστευον τοὺς περιοικοῦντας βαρβάρους καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
ἐφʼ ἡμέρας μὲν οὖν τριάκοντα περιέμειναν τὸν Χειρίσοφον· ὡς δʼ ἐκεῖνος ἐβράδυνεν, αἱ δὲ τροφαὶ τοῖς ἀνθρώποις ἐσπάνιζον, ἀνέζευξαν ἐκ Τραπεζοῦντος, καὶ τριταῖοι παρεγενήθησαν εἰς Κερασοῦντα πόλιν Ἑλληνίδα, Σινωπέων ἄποικον. ἐν ταύτῃ δὲ ἡμέρας διατρίψαντές τινας παρεγενήθησαν εἰς τὸ τῶν Μοσυνοίκων ἔθνος.