Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὁ δὲ Παυσανίας τότε μὲν ἔλυσε τὴν πολιορκίαν, μετὰ δὲ ταῦθʼ ὁρῶν ἐργώδη τὴν ἅλωσιν οὖσαν, ἐπῄει πορθῶν καὶ φθείρων τὴν χώραν ἱερὰν οὖσαν, καὶ παμπληθεῖς ὠφελείας ἤθροισεν.

ἤδη δὲ τοῦ χειμῶνος συνεγγίζοντος κατὰ μὲν τὴν Ἠλείαν ἐτείχισε φρούρια, καὶ τὴν ἱκανὴν ἐν αὐτοῖς κατέλιπε δύναμιν, αὐτὸς δὲ μετὰ τῆς ὑπολοίπου στρατιᾶς ἐν Δύμῃ παρεχείμασεν.

κατὰ δὲ τὴν Σικελίαν Διονύσιος ὁ τῶν Σικελῶν τύραννος, ἐπειδὴ τὰ κατὰ τὴν δυναστείαν αὐτῷ προεχώρει κατὰ γνώμην, διενοεῖτο μὲν πρὸς Καρχηδονίους ἐκφέρειν πόλεμον· οὔπω δὲ ταῖς παρασκευαῖς ἱκανὸς ὢν τὴν μὲν προαίρεσιν ταύτην ἔκρυπτε, πρὸς δὲ τοὺς μέλλοντας κινδύνους τὰ χρήσιμα διῴκει.

εἰδὼς οὖν κατὰ τὸν Ἀττικὸν πόλεμον τὴν πόλιν ἐκ θαλάττης εἰς θάλατταν ἀποτετειχισμένην, εὐλαβεῖτο μήποτε παραπλησίοις ἐλαττώμασι περιπεσὼν ἀποκλεισθῇ τῆς εἰς τὴν χώραν ἐξόδου· εὐφυῶς γὰρ ἑώρα κειμένας τὰς καλουμένας Ἐπιπολὰς κατὰ τῆς πόλεως τῶν Συρακοσίων.

διόπερ τοὺς ἀρχιτέκτονας παραλαβών, ἀπὸ τῆς τούτων γνώμης ἔκρινε δεῖν τειχίσαι τὰς Ἐπιπολάς, ᾗ νῦν τὸ πρὸς τοῖς Ἑξαπύλοις ὑπάρχει τεῖχος.

ὁ γὰρ τόπος οὗτος τετραμμένος ἐστὶ πρὸς ἄρκτον, ὑπόκρημνος δὲ πᾶς καὶ διὰ τὴν τραχύτητα δυσπρόσοδος ἐκ τῶν ἔξωθεν μερῶν. βουλόμενος οὖν ταχεῖαν τὴν κατασκευὴν τῶν τειχῶν γίνεσθαι, τὸν ἀπὸ τῆς χώρας ὄχλον ἤθροισεν, ἐξ οὗ τοὺς εὐθέτους ἄνδρας ἐλευθέρους ἐπιλέξας εἰς ἑξακισμυρίους ἐπιδιεῖλε τούτοις τὸν τειχιζόμενον τόπον.