Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Μικίων, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν μετέλαβον χιλίαρχοι τρεῖς, Τίτος Κοΐντιος καὶ Γάιος Ἰούλιος καὶ Αὖλος Μαμίλος. τούτων δὲ τὰς ἀρχὰς λαβόντων οἱ τὸν Ὠρωπὸν οἰκοῦντες πρὸς ἀλλήλους στασιάσαντες ἐφυγάδευσαν τῶν πολιτῶν τινας.

οἱ δὲ φυγάδες μέχρι μέν τινος διʼ ἑαυτῶν ἐπεβάλοντο κατελθεῖν, οὐ δυνάμενοι δὲ τὴν προαίρεσιν ἐπὶ τέλος ἀγαγεῖν, ἔπεισαν τοὺς Θηβαίους ἑαυτοῖς συναποστεῖλαι δύναμιν.

Θηβαῖοι δὲ στρατεύσαντες ἐπὶ τοὺς Ὠρωπίους καὶ κυριεύσαντες τῆς πόλεως, μετῴκισαν ἀπὸ τῆς θαλάττης αὐτοὺς ὡς ἑπτὰ σταδίους, καὶ χρόνους μέν τινας εἴασαν καθʼ αὑτοὺς πολιτεύεσθαι, μετὰ δὲ ταῦτα δόντες πολιτείαν τὴν χώραν Βοιωτίαν ἐποιήσαντο.

τούτων δὲ πραττομένων Λακεδαιμόνιοι καὶ ἄλλα μὲν πλείονα τοῖς Ἠλείοις ἐνεκάλουν, μάλιστα δʼ ὅτι Ἆγιν αὐτῶν τὸν βασιλέα διεκώλυσαν τῷ θεῷ θῦσαι καὶ διότι τοῖς Ὀλυμπίοις Λακεδαιμονίους οὐκ εἴασαν ἀγωνίσασθαι.

διόπερ κρίναντες πρὸς αὐτοὺς ἐκφέρειν πόλεμον, δέκα πρεσβευτὰς ἀπέστειλαν, πρῶτον μὲν κελεύοντες τὰς περιοίκους πόλεις ἐᾶν αὐτονόμους εἶναι, ἔπειτα τὰς δαπάνας τοῦ πρὸς Ἀθηναίους πολέμου κατὰ τὸ ἐπιβάλλον αὐτοῖς μέρος ἀπῄτουν.