Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπὶ δὲ Ῥήγιον ἀναζεύξαντος αὐτοῦ, καὶ μετὰ τῆς δυνάμεως παρεσκευασμένου πολιορκεῖν διὰ τὴν περὶ τῆς ἐπιγαμίας ὕβριν, ἀγωνία πολλὴ κατεῖχε τοὺς Ῥηγίνους· οὔτε γὰρ συμμάχους οὔτε δύναμιν ἀξιόμαχον εἶχον, πρὸς δὲ τούτοις ᾔδεισαν ὅτι τῆς πόλεως ἁλούσης οὔτʼ ἔλεος οὔτε δέησις αὐτοῖς ἀπελείπετο.

διόπερ ἔκριναν ἀποστεῖλαι πρέσβεις τοὺς δεησομένους μετρίως αὐτοῖς χρήσασθαι καὶ παρακαλέσαι μηδὲν περὶ αὐτῶν ὑπὲρ ἄνθρωπον βουλεύσασθαι.

ὁ δὲ Διονύσιος τριακόσια τάλαντα πραξάμενος καὶ τὰς ναῦς ἁπάσας παραλαβὼν οὔσας ἑβδομήκοντα, προσέταξεν ἑκατὸν ὁμήρους δοῦναι δοθέντων δὲ πάντων ἀνέζευξεν ἐπὶ Καυλωνίαν. ταύτης δὲ τοὺς μὲν ἐνοικοῦντας εἰς Συρακούσας μετῴκισε καὶ πολιτείαν δοὺς πέντε ἔτη συνεχώρησεν ἀτελεῖς εἶναι, τὴν δὲ πόλιν κατασκάψας τοῖς Λοκροῖς τὴν χώραν τῶν Καυλωνιατῶν ἐδωρήσατο.

Ῥωμαῖοι δὲ Λιφοίκουαν πόλιν ἐκ τοῦ τῶν Αἰκῶν ἔθνους ἑλόντες, κατὰ τὰς τῶν ὑπάτων εὐχὰς μέγαν ἀγῶνα τῷ Διὶ συνετέλεσαν.