Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τοῦ δὲ ἔτους τούτου διελθόντος Κλεόκριτος μὲν ἄρχων Ἀθηναίων ἦν, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι τέτταρες ὑπῆρχον, Αὖλος Σεμπρώνιος καὶ Μάρκος Παπίριος, Κόιντος Φάβιος, Σπόριος Ναύτιος.

ἐπὶ δὲ τούτων Λακεδαιμόνιοι μετὰ τῶν συμμάχων ἐνέβαλον εἰς τὴν Ἀττικήν, Ἄγιδός ἡγουμένου καὶ Ἀλκιβιάδου τοῦ Ἀθηναίου. καταλαβόμενοι δὲ χωρίον ὀχυρὸν Δεκέλειαν φρούριον ἐποίησαν κατὰ τῆς Ἀττικῆς· διὸ καὶ συνέβη τὸν πόλεμον τοῦτον Δεκελεικὸν προσαγορευθῆναι. Ἀθηναῖοι δὲ περὶ μὲν τὴν Λακωνικὴν τριάκοντα τριήρεις ἀπέστειλαν καὶ Χαρικλέα στρατηγόν, εἰς δὲ τὴν Σικελίαν ἐψηφίσαντο πέμπειν ὀγδοήκοντα μὲν τριήρεις, ὁπλίτας δὲ πεντακισχιλίους.

οἱ δὲ Συρακόσιοι κρίναντες ναυμαχεῖν, καὶ πληρώσαντες ὀγδοήκοντα τριήρεις, ἐπέπλεον τοῖς πολεμίοις. τῶν δὲ Ἀθηναίων ἑξήκοντα ναυσὶν ἀνταναχθέντων, καὶ τῆς ναυμαχίας ἐνεργοῦ γενομένης ἤδη, πάντες οἱ ἀπὸ τῶν φρουρίων Ἀθηναῖοι κατέβησαν ἐπὶ τὴν θάλατταν· οἱ μὲν γὰρ θεάσασθαι τὴν μάχην ἐπεθύμουν, οἱ δʼ, εἴ τι πταίσειαν ἐν τῇ ναυμαχίᾳ, βοηθήσειν τοῖς φεύγουσιν ἤλπιζον.

οἱ δὲ τῶν Συρακοσίων στρατηγοὶ προϊδόμενοι τὸ γινόμενον ἀπεστάλκεισαν τοὺς κατὰ τὴν πόλιν ἐπὶ τὰ τῶν Ἀθηναίων ὀχυρώματα, χρημάτων καὶ ναυτικῶν σκευῶν, ἔτι δὲ τῆς ἄλλης παρασκευῆς ὑπάρχοντα πλήρη· ἃ δὴ καταλαβόντες οἱ Συρακόσιοι παντελῶς ὑπʼ ὀλίγων τηρούμενα κατέσχον καὶ τῶν ἀπὸ τῆς θαλάττης προσβοηθούντων πολλοὺς ἀπέκτειναν.

κραυγῆς δὲ πολλῆς γενομένης περὶ τὰ φρούρια καὶ τὴν παρεμβολήν, οἱ ναυμαχοῦντες Ἀθηναῖοι καταπλαγέντες ἐτράπησαν καὶ πρὸς τὸ λειπόμενον τῶν φρουρίων ἔφυγον. τῶν δὲ Συρακοσίων ἀτάκτως διωκόντων οἱ Ἀθηναῖοι πρὸς τὴν γῆν καταφεύγειν οὐ δυνάμενοι διὰ τὸ τοὺς Συρακοσίους δυεῖν φρουρίων κυριεύειν, ἠναγκάσθησαν ἐξ ὑποστροφῆς πάλιν ναυμαχῆσαι.

τῶν δὲ Συρακοσίων λελυκότων τὰς τάξεις καὶ κατὰ τὸν διωγμὸν διερριμμένων, ἀθρόαις ταῖς ναυσὶν ἐπιπλεύσαντες ἕνδεκα μὲν κατέδυσαν, τὰς δὲ λοιπὰς ἕως τῆς Νήσου κατεδίωξαν. διαλυθείσης δὲ τῆς μάχης ἑκάτεροι τρόπαιον ἔστησαν, οἱ μὲν Ἀθηναῖοι τῆς ναυμαχίας, οἱ δὲ Συρακόσιοι τῶν ἐπὶ τῆς γῆς κατωρθωμένων.