Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Καλλίας, ἐν δὲ τῇ Ῥώμῃ κατεστάθησαν ὕπατοι Λεύκιος Φούριος καὶ Γναῖος Πομπήιος. περὶ δὲ τούτους τοὺς χρόνους Καρχηδόνιοι τοῖς περὶ Σικελίαν εὐτυχήμασι μετεωριζόμενοι, καὶ σπεύδοντες ἁπάσης τῆς νήσου κυριεῦσαι, μεγάλας δυνάμεις ἐψηφίσαντο παρασκευάζεσθαι· ἑλόμενοι δὲ στρατηγὸν Ἀννίβαν τὸν κατασκάψαντα τήν τε τῶν Σελινουντίων καὶ τὴν τῶν Ἱμεραίων πόλιν, ἅπασαν αὐτῷ τὴν κατὰ τὸν πόλεμον ἐξουσίαν ἐπέτρεψαν.

παραιτουμένου δὲ διὰ τὸ γῆρας, προσκατέστησαν καὶ ἄλλον στρατηγὸν Ἰμίλκωνα τὸν Ἄννωνος, ἐκ τῆς αὐτῆς ὄντα συγγενείας. οὗτοι δὲ κοινῇ συνεδρεύσαντες ἔπεμψάν τινας τῶν ἐν ἀξιώματι παρὰ τοῖς Καρχηδονίοις ὄντων μετὰ πολλῶν χρημάτων, τοὺς μὲν εἰς Ἰβηρίαν, τοὺς δʼ εἰς τὰς Βαλιαρίδας νήσους, παρακελευσάμενοι ξενολογεῖν ὡς πλείστους.

αὐτοὶ δʼ ἐπῄεσαν τὴν Λιβύην καταγράφοντες στρατιώτας Λίβυας καὶ Φοίνικας καὶ τῶν πολιτικῶν τοὺς κρατίστους. μετεπέμποντο δὲ καὶ παρὰ τῶν συμμαχούντων αὐτοῖς ἐθνῶν καὶ βασιλέων στρατιώτας Μαυρουσίους καὶ Νομάδας καί τινας τῶν οἰκούντων τὰ πρὸς τὴν Κυρήνην κεκλιμένα μέρη.

ἐκ δὲ τῆς Ἰταλίας μισθωσάμενοι Καμπανοὺς διεβίβασαν εἰς Λιβύην· ᾔδεισαν γὰρ τὴν μὲν χρείαν αὐτῶν μεγάλα συμβαλλομένην, τοὺς δʼ ἐν Σικελίᾳ καταλελειμμένους Καμπανοὺς διὰ τὸ προσκεκοφέναι τοῖς Καρχηδονίοις μετὰ τῶν Σικελιωτῶν ταχθησομένους.

τέλος δὲ τῶν δυνάμεων ἀθροισθεισῶν εἰς Καρχηδόνα συνήχθησαν αὐτοῖς οἱ πάντες σὺν ἱππεῦσιν οὐ πολλῷ πλείους, ὡς μὲν Τίμαιος, τῶν δώδεκα μυριάδων, ὡς δʼ Ἔφορος, τριάκοντα μυριάδες. Καρχηδόνιοι μὲν οὖν τὰ πρὸς τὴν διάβασιν ἑτοιμάζοντες τάς τε τριήρεις πάσας κατήρτιζον καὶ φορτηγὰ πλοῖς συνήγαγον πλείω τῶν χιλίων·

προαποστειλάντων δʼ αὐτῶν εἰς Σικελίαν τεσσαράκοντα τριήρεις, οἱ Συρακόσιοι κατὰ τάχος ταῖς παραπλησίαις ναυσὶν ἐπεφάνησαν ἐν τοῖς περὶ τὸν Ἔρυκα τόποις. γενομένης δὲ ναυμαχίας ἐπὶ πολὺν χρόνον πεντεκαίδεκα μὲν τῶν Φοινισσῶν νεῶν διεφθάρησαν, αἱ δʼ ἄλλαι νυκτὸς ἐπιγενομένης ἔφυγον εἰς τὸ πέλαγος.

ἀπαγγελθείσης δὲ τῆς ἥττης τοῖς Καρχηδονίοις, Ἀννίβας ὁ στρατηγὸς ἐξέπλευσε μετὰ νεῶν πεντήκοντα· ἔσπευδε γὰρ τοὺς μὲν Συρακοσίους κωλῦσαι χρήσασθαι τῷ προτερήματι, ταῖς δὲ ἰδίαις δυνάμεσιν ἀσφαλῆ παρασκευάσαι τὸν κατάπλουν.