Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τοῦ δʼ ἔτους διελθόντος Ἀθηναῖοι μὲν Εὐκτήμονι παρέδωκαν τὴν ἀρχήν, Ῥωμαῖοι δʼ ὑπάτους κατέστησαν Μάρκον Παπίριον καὶ Σπόριον Ναύτιον, Ὀλυμπιὰς δʼ ἐγένετο τρίτη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Εὔβατος Κυρηναῖος. περὶ δὲ τούτους τοὺς χρόνους οἱ τῶν Ἀθηναίων στρατηγοὶ Βυζαντίου κυριεύσαντες ἐπῆλθον τὸν Ἑλλήσποντον, καὶ τὰς ἐν αὐτῷ πόλεις πλὴν Ἀβύδου πάσας εἷλον.

μετὰ δὲ ταῦτα Διόδωρον καὶ Μαντίθεον ἐπιμελητὰς μετὰ τῆς ἱκανῆς δυνάμεως κατέλιπον, αὐτοὶ δὲ μετὰ τῶν νεῶν καὶ τῶν λαφύρων ἔπλεον εἰς Ἀθήνας, πολλὰ καὶ μεγάλα κατειργασμένοι τῇ πατρίδι. ὡς δʼ ἐγγὺς ἦσαν, ὁ δῆμος ἅπας ἀπήντα περιχαρὴς ἐπὶ τοῖς εὐημερήμασι· συνέδραμον δʼ εἰς τὸν Πειραιέα πολλοὶ καὶ τῶν ξένων, ἔτι δὲ παίδων καὶ γυναικῶν.

εἶχε γὰρ πολλὴν κατάπληξιν τῶν στρατηγῶν ὁ κατάπλους· ἦγον γὰρ τῶν ἡλωκυιῶν νεῶν οὐκ ἐλάττους διακοσίων, αἰχμαλώτων δὲ ἀνδρῶν καὶ λαφύρων πλῆθος· εἶχον δὲ τὰς ἰδίας τριήρεις ὅπλοις ἐπιχρύσοις καὶ στεφάνοις, ἔτι δὲ λαφύροις καὶ τοῖς ἄλλοις ἅπασιν ἐπιμελῶς κεκοσμημένας. πλεῖστοι δʼ ἐπὶ τὴν Ἀλκιβιάδου θέαν συνέδραμον ἐπὶ τοὺς λιμένας, ὥστε παντελῶς ἐρημωθῆναι τὴν πόλιν, συμφιλοτιμουμένων τοῖς ἐλευθέροις τῶν δούλων.

κατʼ ἐκείνους γὰρ τοὺς χρόνους οὕτω συνέβη θαυμασθῆναι τὸν ἄνδρα τοῦτον, ὥσθʼ οἱ μὲν ὑπερέχοντες τῶν Ἀθηναίων μόγις ἐνόμιζον εὑρηκέναι δυνατὸν ἄνδρα τὸν φανερῶς καὶ θρασέως ἀντιτάξασθαι τῷ δήμῳ δυνάμενον, οἱ δʼ ἄποροι ὑπειλήφεισαν συναγωνιστὴν ἕξειν ἄριστον τὸν ἀπονενοημένως συνταράξοντα τὴν πόλιν καὶ τὴν ἑαυτῶν ἐπανορθώσοντα πενίαν.

θράσει γὰρ πολὺ διέφερε τῶν ἄλλων, καὶ δεινότατος ἦν εἰπεῖν, καὶ κατὰ μὲν τὴν στρατηγίαν ἄριστος, κατὰ δὲ τὴν τόλμαν πρακτικώτατος· ἦν δὲ καὶ τὴν ὄψιν καθʼ ὑπερβολὴν εὐπρεπὴς καὶ τὴν ψυχὴν λαμπρὸς καὶ μεγαλεπίβολος.

καθόλου δὲ τηλικαύτην ὑπόληψιν εἶχον ὑπὲρ αὐτοῦ σχεδὸν ἅπαντες, ὥσθʼ ἅμα τῇ κείνου καθόδῳ καὶ τὴν τῶν πραγμάτων εὐτυχίαν εἰς τὴν πόλιν ἥκειν διελάμβανον. πρὸς δὲ τούτοις, ὥσπερ Λακεδαιμόνιοι τούτου συναγωνιζομένου προετέρουν, οὕτως ἑαυτοὺς πάλιν κατορθώσειν ἤλπιζον σύμμαχον ἔχοντες τὸν ἄνδρα τοῦτον.