Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῶν δὲ κατὰ τοῦτον τὸν ἐνιαυτὸν πράξεων τέλος ἐχουσῶν Ἀθήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Διοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον εἶχον ἀρχὴν Κόιντος Φάβιος καὶ Γάιος Φούριος. περὶ δὲ τούτους τοὺς καιροὺς Ἀννίβας ὁ τῶν Καρχηδονίων στρατηγὸς τούς τʼ ἐξ Ἰβηρίας ξενολογηθέντας καὶ τοὺς ἐκ τῆς Λιβύης καταγραφέντας στρατιώτας συνήγαγε, καὶ μακρὰς μὲν ἑξήκοντα ναῦς ἐπλήρωσε, τὰ δὲ φορτηγὰ πλοῖα περὶ χίλια πεντακόσια παρεσκευάσατο.

ἐν τούτοις τήν τε δύναμιν διεκόμιζε καὶ τὰ πρὸς τὰς πολιορκίας μηχανήματα καὶ βέλη καὶ τὴν ἄλλην παρασκευὴν ἅπασαν. περαιωθεὶς δὲ μετὰ τοῦ στόλου τὸ Λιβυκὸν πέλαγος, κατέπλευσε τῆς Σικελίας ἐπὶ τὴν ἄκραν τὴν ἀπέναντι τῆς Λιβύης, καλουμένην Λιλύβαιον·

καθʼ ὃν δὴ χρόνον τῶν Σελινουντίων τινὲς ἱππέων περὶ τοὺς τόπους διατρίβοντες, καὶ τὸ μέγεθος τοῦ καταπλέοντος στόλου θεασάμενοι, ταχέως τοῖς πολίταις τὴν τῶν πολεμίων παρουσίαν ἐδήλωσαν. καὶ οἱ μὲν Σελινούντιοι τοὺς βιβλιαφόρους παραχρῆμα πρὸς τοὺς Συρακοσίους ἀπέστειλαν, δεόμενοι βοηθεῖν·

ὁ δʼ Ἀννίβας ἐκβιβάσας τὴν δύναμιν κατεστρατοπέδευσεν, ἀρξάμενος ἀπὸ τοῦ φρέατος, ὃ κατʼ ἐκείνους μὲν τοὺς καιροὺς ὠνομάζετο Λιλύβαιον, μετὰ δὲ ταῦτα πολλοῖς ἔτεσι πρὸς αὐτῷ κτισθείσης πόλεως αἴτιον ἐγενήθη τῇ πόλει τῆς ἐπωνυμίας.

εἶχε δὲ τοὺς σύμπαντας Ἀννίβας, ὡς μὲν Ἔφορος ἀνέγραψε, πεζῶν μυριάδας εἴκοσι, ἱππεῖς δὲ τετρακισχιλίους, ὡς δὲ Τίμαιός φησιν, οὐ πολλῷ πλείους τῶν δέκα μυριάδων. τὰς μὲν οὖν ναῦς ἐν τῷ περὶ Μοτύην κόλπῳ πάσας ἐνεώλκησε, βουλόμενος ἔννοιαν διδόναι τοῖς Συρακοσίοις, ὡς οὐ πάρεστιν ἐκείνοις πολεμήσων οὐδὲ ναυτικῇ δυνάμει παραπλεύσων ἐπὶ Συρακούσας·

παραλαβὼν δὲ τοὺς παρʼ Αἰγεσταίων στρατιώτας καὶ τοὺς παρὰ τῶν ἄλλων συμμάχων ἀνέζευξεν ἀπὸ τοῦ Λιλυβαίου τὴν πορείαν ποιούμενος ἐπὶ Σελινοῦντος. ὡς δʼ ἐπὶ τὸν Μάζαρον ποταμὸν παρεγενήθη, τὸ μὲν παρʼ αὐτὸν ἐμπόριον κείμενον εἷλεν ἐξ ἐφόδου, πρὸς δὲ τὴν πόλιν παραγενηθεὶς εἰς δύο μέρη διεῖλε τὴν δύναμιν· περιστρατοπεδεύσας δʼ αὐτὴν καὶ τὰς μηχανὰς ἐπιστήσας μετὰ πάσης σπουδῆς τὰς προσβολὰς ἐποιεῖτο.

ἓξ μὲν γὰρ πύργους ὑπερβάλλοντας τοῖς μεγέθεσιν ἐπέστησε, τοὺς ἴσους δὲ κριοὺς κατασεσιδηρωμένους προσήρεισε τοῖς τείχεσι· χωρὶς δὲ τούτων τοῖς τοξόταις καὶ σφενδονήταις πολλοῖς χρώμενος ἀνέστελλε τοὺς ἐπὶ τῶν ἐπάλξεων μαχομένους.