Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οὗτοι μὲν οὖν περὶ ταῦτα διέτριβον. Μίνδαρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος νυκτὸς μετὰ τοῦ στόλου παντὸς ἐκπλεύσας εἰς Ἑλλήσποντον ἐκομίζετο κατὰ σπουδήν, καὶ δευτεραῖος εἰς Σίγειον κατέπλευσεν. οἱ δʼ Ἀθηναῖοι πυθόμενοι τὸν παράπλουν, οὐκ ἀνέμειναν ἁπάσας τὰς παρὰ τῶν συμμάχων τριήρεις, τριῶν δὲ μόνον προσγενομένων αὐτοῖς, ἐδίωκον τοὺς Λακεδαιμονίους.

ἐπεὶ δʼ ἦλθον εἰς Σίγειον, εὗρον τὸν μὲν στόλον ἐκπεπλευκότα, τρεῖς δὲ ναῦς ὑπολελειμμένας, ὧν εὐθέως ἐκυρίευσαν· καὶ μετὰ ταῦτʼ εἰς Ἐλεοῦντα καταπλεύσαντες τὰ περὶ τὴν ναυμαχίαν παρεσκευάζοντο.

Λακεδαιμόνιοι δὲ θεωροῦντες τοὺς πολεμίους τὰ πρὸς τὴν μάχην ἑτοιμαζομένους, καὶ αὐτοὶ πένθʼ ἡμέρας ἀναπείρας ποιούμενοι καὶ γυμνάσαντες τοὺς ἐρέτας, ἐξέταξαν τὸν στόλον εἰς ναυμαχίαν, ὄντα νεῶν δυεῖν ἐλάττω τῶν ἐνενήκοντα. οὗτοι μὲν οὖν ἐκ τοῦ πρὸς τὴν Ἀσίαν μέρους ἔστησαν τὰς ναῦς, οἱ δʼ Ἀθηναῖοι τὸ πρὸς τὴν Εὐρώπην ἔχοντες ἀντανήγοντο, τῷ μὲν πλήθει λειπόμενοι, ταῖς δʼ ἐμπειρίαις ὑπερέχοντες.

Λακεδαιμόνιοι μὲν οὖν ἐπὶ τοῦ δεξιοῦ κέρατος ἔταξαν τοὺς Συρακοσίους, ὧν Ἑρμοκράτης ἀφηγεῖτο, τὸ δʼ εὐώνυμον αὐτοὶ συνεπλήρουν Πελοποννήσιοι, Μινδάρου τὴν ἡγεμονίαν ἔχοντος. τῶν δʼ Ἀθηναίων ἐπὶ μὲν τὸ δεξιὸν ἐτάχθη Θράσυλλος, ἐπὶ δὲ τὸ εὐώνυμον Θρασύβουλος. καὶ τὸ μὲν πρῶτον ἔσπευδον ἀμφότεροι φιλοτιμούμενοι περὶ τοῦ τόπου, ὅπως μὴ τὸν ῥοῦν ἔχωσιν ἐναντίον.

διὸ καὶ πολὺν χρόνον ἀλλήλους περιέπλεον, διακλείοντες τὰ στενὰ καὶ περὶ τῆς στάσεως τοπομαχοῦντες· μεταξὺ γὰρ Ἀβύδου καὶ Σηστοῦ τῆς ναυμαχίας γινομένης συνέβαινε τὸν ῥοῦν οὐ μετρίως ἐμποδίζειν ἐν στενοῖς τόποις. οὐ μὴν ἀλλʼ οἱ τῶν Ἀθηναίων κυβερνῆται πολὺ ταῖς ἐμπειρίαις προέχοντες πολλὰ πρὸς τὴν νίκην συνεβάλοντο.