Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τοῦ γὰρ ἐνιαυσιαίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Θεόπομπος, Ῥωμαῖοι δʼ ἀντὶ τῶν ὑπάτων τέτταρας χιλιάρχους κατέστησαν, Τιβέριον Ποστούμιον καὶ Γάιον Κορνήλιον, πρὸς δὲ τούτοις Γάιον Οὐαλέριον καὶ Καίσωνα Φάβιον. περὶ δὲ τούτους τοὺς χρόνους Ἀθηναῖοι τὴν ἐκ τῶν τετρακοσίων ὀλιγαρχίαν κατέλυσαν καὶ τὸ σύστημα τῆς πολιτείας ἐκ τῶν πολιτῶν συνεστήσαντο.

τούτων δὲ πάντων ἦν εἰσηγητὴς Θηραμένης, ἀνὴρ καὶ τῷ βίῳ κόσμιος καὶ φρονήσει δοκῶν διαφέρειν τῶν ἄλλων· καὶ γὰρ τὸν Ἀλκιβιάδην οὗτος μόνος συνεβούλευσε κατάγειν, διʼ ὃν πάλιν ἑαυτοὺς ἀνέλαβον, καὶ πολλῶν ἄλλων εἰσηγητὴς γενόμενος ἐπʼ ἀγαθῷ τῆς πατρίδος οὐ μετρίας ἀποδοχῆς ἐτύγχανεν.

ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον ἐγενήθη, εἰς δὲ τὸν πόλεμον Ἀθηναῖοι μὲν στρατηγοὺς κατέστησαν Θράσυλλον καὶ Θρασύβουλον, οἳ τὸν στόλον εἰς Σάμον ἀθροίσαντες ἐγύμναζον τοὺς στρατιώτας εἰς ναυμαχίαν καθʼ ἡμέραν ἀναπείρας ποιούμενοι.

Μίνδαρος δʼ ὁ τῶν Λακεδαιμονίων ναύαρχος χρόνον μέν τινα περὶ τὴν Μίλητον διέτριβε, προσδοκῶν τὴν παρὰ Φαρναβάζου βοήθειαν· τριακοσίας γὰρ τριήρεις ἀκούων ἐκ Φοινίκης καταπεπλευκέναι μετέωρος ἦν ταῖς ἐλπίσι, νομίζων τηλικούτῳ στόλῳ καταλύσειν τὴν Ἀθηναίων ἡγεμονίαν·

μετʼ ὀλίγον δὲ πυθόμενός τινων, ὅτι πεισθεὶς Ἀλκιβιάδῃ πάλιν ἀπέστειλε τὸν στόλον εἰς Φοινίκην, τὰς μὲν παρὰ Φαρναβάζου ἐλπίδας ἀπέγνω, αὐτὸς δὲ καταρτίσας τάς τʼ ἐκ Πελοποννήσου ναῦς καὶ τὰς παρὰ τῶν ἔξωθεν συμμάχων, Δωριέα μὲν μετὰ τριῶν καὶ δέκα νεῶν ἀπέστειλεν εἰς Ῥόδον, πυνθανόμενος ἐπὶ νεωτερισμῷ τινας συνίστασθαι τῶν Ῥοδίων·

προσφάτως γὰρ τοῖς Λακεδαιμονίοις τινὲς τῶν ἀπὸ τῆς Ἰταλίας Ἑλλήνων ἀπεστάλκεισαν εἰς συμμαχίαν τὰς προειρημένας ναῦς· αὐτὸς δὲ τὰς ἄλλας πάσας ἀναλαβών, οὔσας ὀγδοήκοντα καὶ τρεῖς, ἀπῆρεν εἰς Ἑλλήσποντον διὰ τὸ πυνθάνεσθαι τὸν τῶν Ἀθηναίων στόλον ἐν Σάμῳ διατρίβειν.

καθʼ ὃν δὴ χρόνον οἱ τῶν Ἀθηναίων στρατηγοὶ θεωροῦντες παραπλέοντας, ἀνήχθησαν ἐπʼ αὐτοὺς μετὰ νεῶν ἑξήκοντα. τῶν δὲ Λακεδαιμονίων κατενεχθέντων εἰς Χίον ἔδοξε τοῖς τῶν Ἀθηναίων στρατηγοῖς προσπλεῦσαι τῇ Λέσβῳ, κἀκεῖ παρὰ τῶν συμμάχων ἀθροῖσαι τριήρεις, ὅπως μὴ συμβαίνῃ τοὺς πολεμίους ὑπερέχειν τῷ πλήθει τῶν νεῶν.