Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ δʼ Ἀθηναῖοι πυθόμενοι τὴν ἐν Σικελίᾳ δύναμιν ἄρδην ἀνῃρημένην, βαρέως ἔφερον τὸ πλῆθος τῆς συμφορᾶς. οὐ μὴν ἔληγόν γε διὰ τοῦτο τῆς φιλοτιμίας περὶ τῆς ἡγεμονίας, ἀλλὰ ναῦς τε κατεσκεύαζον πλείους καὶ χρήματα ἐπορίζοντο, ὅπως φιλονικῶσι μέχρι τῆς ἐσχάτης ἐλπίδος ὑπὲρ τῶν πρωτείων.

ἑλόμενοι δὲ τετρακοσίους ἄνδρας, τούτοις ἔδωκαν τὴν ἐξουσίαν αὐτοκράτορα διοικεῖν τὰ κατὰ τὸν πόλεμον· ὑπελάμβανον γὰρ τὴν ὀλιγαρχίαν εὐθετωτέραν εἶναι τῆς δημοκρατίας ἐν ταῖς τοιαύταις περιστάσεσιν.

οὐ μὴν τὰ πράγματά γε κατὰ τὴν ἐκείνων ἠκολούθησε κρίσιν, ἀλλὰ πολὺ χεῖρον τὸν πόλεμον διῴκησαν. ἀποστείλαντες γὰρ τεσσαράκοντα ναῦς συνεξέπεμψαν τοὺς ἀφηγησομένους δύο στρατηγοὺς ἀλλοτρίως ἔχοντας πρὸς ἀλλήλους. τῶν δὲ περὶ τοὺς Ἀθηναίους πραγμάτων τεταπεινωμένων ὁ μὲν καιρὸς προσεδεῖτο πολλῆς ὁμονοίας, οἱ δὲ στρατηγοὶ πρὸς ἀλλήλους ἐστασίαζον.

καὶ τέλος ἐκπλεύσαντες εἰς Ὠρωπὸν ἀπαράσκευοι πρὸς τοὺς Πελοποννησίους ἐναυμάχησαν· κακῶς δὲ καὶ τὴν μάχην ἐνστησάμενοι καὶ τὸν κίνδυνον ἀγεννῶς ὑπομείναντες, ἀπέβαλον ναῦς δύο πρὸς ταῖς εἴκοσι, τὰς δὲ λοιπὰς μόγις διέσωσαν εἰς Ἐρέτριαν.

τούτων δὲ πραχθέντων οἱ σύμμαχοι τῶν Ἀθηναίων διά τε τὰς περὶ Σικελίαν ἀτυχίας καὶ διὰ τὰς τῶν ἡγεμόνων καχεξίας μεθίσταντο πρὸς Λακεδαιμονίους. συμμάχου δʼ ὄντος τοῖς Λακεδαιμονίοις Δαρείου τοῦ Περσῶν βασιλέως, Φαρνάβαζος ὁ τῶν ἐπὶ θαλάττης τόπων ἔχων τὴν στρατηγίαν ἐχορήγει χρήματα τοῖς Λακεδαιμονίοις· μετεπέμψατο δὲ καὶ τὰς ἐκ Φοινίκης τριήρεις τριακοσίας, διαλογιζόμενος ἀποστεῖλαι τοῖς Λακεδαιμονίοις ἐπὶ τὴν βοήθειαν.