Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

νὴ Δία, ἀλλὰ Νικίας ὑπὲρ Συρακοσίων ἐπολιτεύσατο καὶ μόνος συνεβούλευσε μὴ πολεμεῖν. τὸν μὲν ἐκεῖ γεγενημένον λόγον ἀκούομεν, τὰ δʼ ἐνταῦθα πεπραγμένα τεθεωρήκαμεν.

ὁ γὰρ ἀντειπὼν ἐκεῖ περὶ τῆς στρατείας, ἐνταῦθα στρατηγὸς ἦν τῆς δυνάμεως· καὶ ὁ πολιτευόμενος ὑπὲρ Συρακοσίων, ἀπετείχισεν ὑμῶν τὴν πόλιν· καὶ ὁ φιλανθρώπως διακείμενος πρὸς ὑμᾶς, Δημοσθένους καὶ τῶν ἄλλων ἁπάντων βουλομένων λῦσαι τὴν πολιορκίαν, μόνος ἐβιάσατο μένειν καὶ πολεμεῖν. διόπερ ἔγωγε νομίζω μὴ δεῖν παρʼ ὑμῖν πλέον ἰσχῦσαι τὸν μὲν λόγον τῶν ἔργων, τὴν δʼ ἀπαγγελίαν τῆς πείρας, τὰ δʼ ἀφανῆ τῶν ὑπὸ πάντων ἑωραμένων.

νὴ Δίʼ, ἀλλὰ καλὸν μὴ ποιεῖν τὴν ἔχθραν αἰώνιον. οὐκοῦν μετὰ τὴν τῶν ἠδικηκότων κόλασιν, ἐὰν ὑμῖν δοκῇ, προσηκόντως διαλύσεσθε τὴν ἔχθραν. οὐ γὰρ δίκαιον, ὅταν μὲν κρατῶσιν, ὡς δούλοις χρῆσθαι τοῖς ἡλωκόσιν, ὅταν δὲ κρατηθῶσιν, ὡς οὐδὲν ἠδικηκότας συγγνώμης τυγχάνειν. καὶ τοῦ μὲν δοῦναι δίκην ὧν ἔπραξαν ἀφεθήσονται, λόγῳ δʼ εὐσχήμονι καθʼ ὃν ἂν χρόνον αὐτοῖς συμφέρῃ τῆς φιλίας μνημονεύσουσιν.

ἐῶ γὰρ ὅτι τοῦτο πράξαντες σὺν πολλοῖς ἄλλοις καὶ τοὺς Λακεδαιμονίους ἀδικήσετε, ὑμῶν χάριν κἀκεῖ τὸν πόλεμον ἐπανῃρημένους καὶ ἐνταῦθα συμμαχίαν ἀποστείλαντας· ἐξῆν γὰρ αὐτοῖς ἀγαπητῶς ἄγειν εἰρήνην καὶ περιορᾶν τὴν Σικελίαν πορθουμένην.

διόπερ ἐὰν τοὺς αἰχμαλώτους ἀφέντες φιλίαν συνάπτησθε, προδόται φανήσεσθε τῶν συμμαχησάντων, καὶ τοὺς κοινοὺς ἐχθροὺς δυνάμενοι ταπεινῶσαι, τοσούτους στρατιώτας ἀποδόντες πάλιν ἰσχυροὺς κατασκευάσετε. οὐ γὰρ ἄν ποτʼ ἔγωγε πιστεύσαιμι, ὡς Ἀθηναῖοι τηλικαύτην ἔχθραν ἐπανῃρημένοι βεβαίαν φυλάξουσι τὴν φιλίαν, ἀλλʼ ἀσθενεῖς μὲν ὄντες ὑποκριθήσονται τὴν εὔνοιαν, ἀναλαβόντες δʼ αὑτοὺς τὴν ἀρχαίαν προαίρεσιν εἰς τέλος ἄξουσιν.

ἐγὼ μὲν οὖν, ὦ Ζεῦ καὶ πάντες θεοί, μαρτύρομαι πάντας ὑμᾶς μὴ σώζειν τοὺς πολεμίους, μὴ ἐγκαταλιπεῖν τοὺς συμμάχους, μὴ πάλιν ἕτερον ἐπάγειν τῇ πατρίδι κίνδυνον. ὑμεῖς δέ, ὦ ἄνδρες Συρακόσιοι, τούτους ἀφέντες, ἐὰν ἀποβῇ τι δυσχερές, οὐδʼ ἀπολογίαν ἑαυτοῖς εὐσχήμονα καταλείψετε.