Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Νικόλαος μὲν οὖν πρὸς τοὺς Συρακοσίους τοιούτοις χρησάμενος λόγοις κατέπαυσε τὴν δημηγορίαν, συμπαθεῖς ποιήσας τοὺς ἀκούοντας. Γύλιππος δʼ ὁ Λάκων ἀπαραίτητον τὸ πρὸς Ἀθηναίους μῖσος διαφυλάττων, ἀναβὰς ἐπὶ τὸ βῆμα τῶν λόγων τὴν ἀρχὴν ἐντεῦθεν ἐποιήσατο.

θαυμάζω μεγάλως, ἄνδρες Συρακόσιοι, θεωρῶν ὑμᾶς οὕτως ταχέως, περὶ ὧν ἔργῳ κακῶς πεπόνθατε, περὶ τούτων τῷ λόγῳ μεταδιδασκομένους. εἰ γὰρ ὑμεῖς ὑπὲρ ἀναστάσεως κινδυνεύσαντες πρὸς τοὺς ἐπὶ κατασκαφῇ τῆς πατρίδος ὑμῶν παραγεγενημένους ἀνεῖσθε τοῖς θυμοῖς, τί χρὴ νῦν ἡμᾶς διατείνεσθαι τοὺς μηδὲν ἠδικημένους;

δότε δέ μοι πρὸς θεῶν, ἄνδρες Συρακόσιοι, συγγνώμην τὴν συμβουλίαν ἐκτιθεμένῳ μετὰ παρρησίας· Σπαρτιάτης γὰρ ὢν καὶ τὸν λόγον ἔχω Σπαρτιάτην. καὶ πρῶτον ἄν τις ἐπιζητήσειε, πῶς Νικόλαος ἐλεῆσαί φησι τοὺς Ἀθηναίους, οἳ τὸ γῆρας αὐτοῦ διὰ τὴν ἀπαιδίαν ἐλεεινὸν πεποιήκασι, καὶ παριὼν εἰς ἐκκλησίαν ἐν ἐσθῆτι πενθίμῃ δακρύει καὶ λέγει δεῖν οἰκτείρειν τοὺς φονεῖς τῶν ἰδίων τέκνων.

οὐκέτι γὰρ ἐπιεικής ἐστιν ὁ τῶν συγγενεστάτων μετὰ τὴν τελευτὴν ἀμνημονῶν, τοὺς δὲ πολεμιωτάτους σῶσαι προαιρούμενος. ἐπεὶ πόσοι τῶν ἐκκλησιαζόντων υἱοὺς ἀνῃρημένους κατὰ τὸν πόλεμον ἐπενθήσατε; πολλοὶ γοῦν τῶν καθημένων ἐθορύβησαν.

ὁ δʼ ἐπιβαλών, Ὁρᾷς, φησί, τοὺς τῷ θορύβῳ τὴν συμφορὰν ἐμφανίζοντας; πόσοι δὲ ἀδελφοὺς ἢ συγγενεῖς ἢ φίλους ἀπολωλεκότες ἐπιζητεῖτε; καὶ πολλῷ πλείους ἐπεσημήναντο.

καὶ ὁ Γύλιππος, θεωρεῖς, ἔφη, τὸ πλῆθος τῶν διʼ Ἀθηναίους δυστυχούντων; οὗτοι πάντες οὐδὲν εἰς ἐκείνους ἁμαρτάνοντες τῶν ἀναγκαιοτάτων σωμάτων ἐστερήθησαν, καὶ τοσοῦτο μισεῖν τοὺς Ἀθηναίους ὀφείλουσιν, ὅσον τοὺς ἰδίους ἠγαπήκασι.