Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

καλόν, ὦ ἄνδρες Συρακόσιοι, κατάρξασθαι φιλίας, καὶ τῷ τῶν ἠτυχηκότων ἐλέῳ σπείσασθαι τὴν διαφοράν. δεῖ γὰρ τὴν μὲν πρὸς τοὺς φίλους εὔνοιαν ἀθάνατον φυλάττειν, τὴν δὲ πρὸς τοὺς ἐναντίους ἔχθραν θνητήν· οὕτω γὰρ συμβήσεται τοὺς μὲν συμμάχους γίνεσθαι πλείους, τοὺς δὲ πολεμίους ἐλάττους.

τὴν δὲ διαφορὰν αἰώνιον διαφυλάττοντας παραδιδόναι παισὶ παίδων οὔτʼ εὔγνωμον οὔτε ἀσφαλές· ἐνίοτε γὰρ οἱ δοκοῦντες ὑπερέχειν ἐν ῥοπῇ καιροῦ τῶν πρότερον ὑποπεπτωκότων ἀσθενέστεροι γίνονται.

μαρτυρεῖ δʼ ὁ νῦν γενόμενος πόλεμος· οἱ γὰρ ἐπὶ πολιορκίᾳ παραγενόμενοι καὶ διὰ τὴν ὑπεροχὴν ἀποτειχίσαντες τὴν πόλιν ἐκ μεταβολῆς αἰχμάλωτοι γεγόνασιν, ὡς ὁρᾶτε. καλὸν οὖν ἐν ταῖς τῶν ἄλλων ἀτυχίαις ἡμέρους φανέντας ἕτοιμον ἔχειν τὸν παρὰ πάντων ἔλεον, ἐάν τι συμβαίνῃ τῶν ἀνθρωπίνων. πολλὰ γὰρ ὁ βίος ἔχει παράδοξα, στάσεις πολιτικάς, λῃστείας, πολέμους, ἐν οἷς οὐ ῥᾴδιον διαφεύγειν τὸν κίνδυνον ἄνθρωπον ὄντα.

διόπερ εἰ τὸν πρὸς τοὺς ὑποπεπτωκότας ἔλεον ἀποκόψομεν, πικρὸν καθʼ ἑαυτῶν νόμον θήσομεν εἰς ἅπαντα τὸν αἰῶνα. οὐ γὰρ δυνατὸν τοὺς ἄλλοις ἀνημέρως χρησαμένους αὐτοὺς παρʼ ἑτέρων τυχεῖν ποτε φιλανθρωπίας, ἄλλους τε πράξαντας δεινὰ παθεῖν εὐγνώμονα, καὶ παρὰ τοὺς τῶν Ἑλλήνων ἐθισμοὺς τοσούτους ἄνδρας φονεύσαντας ἐν ταῖς τοῦ βίου μεταβολαῖς ἐπιβοᾶσθαι τὰ κοινὰ πάντων νόμιμα.

τίς γὰρ Ἑλλήνων τοὺς παραδόντας ἑαυτοὺς καὶ τῇ τῶν κρατούντων εὐγνωμοσύνῃ πιστεύσαντας ἀπαραιτήτου τιμωρίας ἠξίωκεν, ἢ τίς ἧττον τοῦ μὲν ὠμοῦ τὸν ἔλεον, τῆς δὲ προπετείας τὴν εὐλάβειαν ἔσχηκεν;

πάντες δὲ ἀνατείνονται μὲν πρὸς τοὺς ἀντιταττομένους, εἴκουσι δὲ τοῖς ὑποπεπτωκόσιν, ὧν μὲν τὴν τόλμαν καταπονοῦντες, ὧν δὲ τὴν ἀτυχίαν οἰκτείροντες. θραύεται γὰρ ἡμῶν ὁ θυμός, ὅταν ὁ πρότερον ἐχθρὸς ὢν ἐκ μεταβολῆς ἱκέτης γενόμενος ὑπομένῃ παθεῖν ὅ,τι ἂν δοκῇ τοῖς κρατοῦσιν.

ἁλίσκονται δʼ, οἶμαι, τῶν ἡμέρων ἀνδρῶν αἱ ψυχαὶ μάλιστά πως ἐλέῳ διὰ τὴν κοινὴν τῆς φύσεως ὁμοπάθειαν. Ἀθηναῖοι γὰρ κατὰ τὸν Πελοποννησιακὸν πόλεμον εἰς τὴν Σφακτηρίαν νῆσον πολλοὺς τῶν Λακεδαιμονίων κατακλείσαντες καὶ λαβόντες αἰχμαλώτους ἀπελύτρωσαν τοῖς Σπαρτιάταις.

πάλιν Λακεδαιμόνιοι πολλοὺς τῶν Ἀθηναίων καὶ τῶν συμμάχων αἰχμαλωτισάμενοι παραπλησίως ἐχρήσαντο. καὶ καλῶς ἀμφότεροι ταῦτʼ ἔπραξαν. δεῖ γὰρ τοῖς Ἕλλησι τὴν ἔχθραν εἶναι μέχρι τῆς νίκης, καὶ κολάζειν μέχρι τοῦ κρατῆσαι τῶν ἐναντίων.