Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῶν κατὰ τὸν πόλεμον ἀτυχημάτων, ἄνδρες Συρακόσιοι, μέρος οὐκ ἐλάχιστον ἐγὼ μετέσχηκα· δυεῖν γὰρ υἱῶν γενόμενος πατὴρ ἐξέπεμψα μὲν αὐτοὺς εἰς τὸν ὑπὲρ τῆς πατρίδος κίνδυνον, ὑπεδεξάμην δʼ ἀντʼ αὐτῶν ἀγγελίαν, ἣ τὸν ἐκείνων θάνατον ἐμήνυεν.

διὸ καὶ καθʼ ἡμέραν ἐπιζητῶν τὴν συμβίωσιν, καὶ τὴν τελευτὴν ἀναλογιζόμενος, ἐκείνους μὲν μακαρίζω, τὸν ἐμαυτοῦ δὲ βίον ἐλεῶ, πάντων ἡγούμενος εἶναι δυστυχέστατος.

ἐκεῖνοι μὲν γὰρ τὸν ὀφειλόμενον τῇ φύσει θάνατον εἰς πατρίδος σωτηρίαν ἀναλώσαντες ἀθάνατον ἑαυτῶν δόξαν καταλελοίπασιν, ἐγὼ δʼ ἐπὶ τῆς ἐσχάτης ἡλικίας ἔρημος ὢν τῶν θεραπευσόντων τὸ γῆρας διπλοῦν ἔχω τὸ πένθος, τὴν συγγένειαν ἅμα καὶ ἀρετὴν ἐπιζητῶν·

ὅσῳ γὰρ εὐγενέστερον ἐτελεύτησαν, τοσούτῳ ποθεινοτέραν τὴν ὑπὲρ αὐτῶν μνήμην καταλελοίπασιν. εἰκότως οὖν μισῶ τοὺς Ἀθηναίους, διʼ ἐκείνους οὐχ ὑπὸ τῶν τέκνων, ἀλλʼ ὑπὸ οἰκετῶν, ὡς ὁρᾶτε, χειραγωγούμενος.

εἰ μὲν οὖν ἑώρων, ὦ ἄνδρες Συρακόσιοι, τὴν παροῦσαν ἐνεστηκέναι βουλὴν ὑπὲρ Ἀθηναίων, εἰκότως ἂν καὶ διὰ τὰς κοινὰς τῆς πατρίδος συμφορὰς καὶ διὰ τὰς ἰδίας ἀτυχίας πικρῶς ἂν αὐτοῖς προσηνέχθην· ἐπεὶ δʼ ἅμα τῷ πρὸς τοὺς ἠτυχηκότας ἐλέῳ κρίνεται τό τε κοινῇ συμφέρον καὶ ἡ πρὸς ἅπαντας ἀνθρώπους ὑπὲρ τοῦ δήμου τῶν Συρακοσίων ἐξενεχθησομένη δόξα, ἀκέραιον ποιήσομαι τὴν τοῦ συμφέροντος συμβουλίαν.