Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

διὸ καὶ πολλοὶ ταῖς τῶν ἐναντίων πρῴραις ἐπιβάντες, τῆς οἰκείας νεὼς ὑφʼ ἑτέρας τρωθείσης, ἐν μέσοις τοῖς πολεμίοις ἀπελαμβάνοντο. ἔνιοι δὲ σιδηρᾶς χεῖρας ἐπιβάλλοντες ἠνάγκαζον τοὺς ἀντιταττομένους ἐπὶ τῶν νεῶν πεζομαχεῖν.

πολλάκις δὲ τὰς ἰδίας ἔχοντες ναῦς συντετριμμένας, εἰς τὰς τῶν ἐναντίων μεθαλλόμενοι, καὶ τοὺς μὲν ἀποκτείνοντες, τοὺς δʼ εἰς τὴν θάλατταν προωθοῦντες, ἐκυρίευον τῶν τριήρων. ἁπλῶς δὲ καθʼ ὅλον τὸν λιμένα τῶν τʼ ἐμβολῶν ψόφος ἐγίνετο καὶ βοὴ τῶν ἀγωνιζομένων ἐναλλὰξ ἀπολλυμένων.

ὅτε γὰρ ἀποληφθείη ναῦς ὑπὸ πλειόνων τριήρων, πανταχόθεν τυπτομένη τοῖς χαλκώμασι, τοῦ ῥεύματος εἰσπίπτοντος αὔτανδρος ὑπὸ τῆς θαλάττης κατεπίνετο. ἔνιοι δὲ καταδυομένων τῶν νεῶν ἀποκολυμβῶντες τοῖς τε τόξοις κατετιτρώσκοντο καὶ τοῖς δόρασι τυπτόμενοι διεφθείροντο.

οἱ δὲ κυβερνῆται θεωροῦντες τεταραγμένην τὴν μάχην, καὶ πάντα τόπον ὄντα πλήρη θορύβου, καὶ πολλάκις ἐπὶ μίαν ναῦν πλείους ἐπιφερομένας, οὔθʼ ὅ,τι σημαίνοιεν εἶχον, μὴ τῶν αὐτῶν πρὸς ἅπαντα συμφερόντων, οὔτε πρὸς τοὺς κελεύοντας τοὺς ἐνεδέχετο βλέπειν διὰ τὸ πλῆθος τῶν βελῶν.

ἁπλῶς δὲ τῶν παραγγελλομένων οὐδεὶς οὐδὲν ἤκουε, τῶν σκαφῶν θραυομένων καὶ παρασυρομένων τῶν ταρσῶν, ἅμα δὲ καὶ τῇ κραυγῇ τῶν ναυμαχούντων καὶ τῶν ἀπὸ τῆς γῆς συμφιλοτιμουμένων.

τοῦ γὰρ αἰγιαλοῦ παντὸς τὸ μὲν ὑπὸ τῶν πεζῶν τῶν Ἀθηναίων κατείχετο, τὸ δʼ ὑπὸ τῶν Συρακοσίων, ὥστʼ ἐνίοτε τοὺς παρὰ τὴν γῆν ναυμαχοῦντας συμμάχους ἔχειν τοὺς ἐπὶ τῆς χέρσου στρατοπεδεύοντας.

οἱ δʼ ἐπὶ τῶν τειχῶν ὅτε μὲν ἴδοιεν τοὺς ἰδίους εὐημεροῦντας, ἐπαιάνιζον, ὅτε δʼ ἐλαττουμένους, ἔστενον καὶ μετὰ δακρύων τοῖς θεοῖς προσηύχοντο. ἐνίοτε γάρ, εἰ τύχοι, τῶν Συρακοσίων τριήρων παρὰ τὰ τείχη διαφθείρεσθαί τινας συνέβαινε, καὶ τοὺς ἰδίους ἐν ὀφθαλμοῖς τῶν συγγενῶν ἀναιρεῖσθαι, καὶ θεωρεῖν γονεῖς μὲν τέκνων ἀπώλειαν, ἀδελφὰς δὲ καὶ γυναῖκας ἀνδρῶν καὶ ἀδελφῶν οἰκτρὰν καταστροφήν.