Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

καθʼ ὃν δὴ χρόνον Νικίας ὁ τῶν Ἀθηναίων στρατηγὸς ἐπιβλέψας τὰς ναῦς καὶ τὸ μέγεθος τοῦ κινδύνου λογισάμενος, οὐκ ἐπέμεινεν ἐπὶ τῆς ἐν τῇ γῇ τάξεως, ἀλλὰ καταλιπὼν τοὺς πεζοὺς ἐπί τινα ναῦν ἀνέβη καὶ παρέπλει τὰς τριήρεις τῶν Ἀθηναίων. ἕκαστον δὲ τῶν τριηράρχων ἐξ ὀνόματος προσφωνῶν καὶ τὰς χεῖρας ἐκτείνων ἐδεῖτο πάντων, εἰ καὶ πρότερον, τὸ νῦν ἀντιλαβέσθαι τῆς μόνης καταλελειμμένης ἐλπίδος· ἐν γὰρ ταῖς τῶν ναυμαχεῖν μελλόντων ἀρεταῖς καὶ ἑαυτῶν ἁπάντων καὶ τῆς πατρίδος κεῖσθαι τὴν σωτηρίαν.

καὶ τοὺς μὲν τέκνων ὄντας πατέρας τῶν υἱῶν ὑπομιμνήσκων, τοὺς δʼ ἐνδόξων γεγονότας πατέρων παρακαλῶν τὰς τῶν προγόνων ἀρετὰς μὴ καταισχῦναι, τοὺς δʼ ὑπὸ τοῦ δήμου τετιμημένους προτρεπόμενος ἀξίους φανῆναι τῶν στεφάνων, ἅπαντας δʼ ἀναμνησθέντας τῶν ἐν Σαλαμῖνι τροπαίων ἠξίου μὴ καταρρῖψαι τῆς πατρίδος τὴν περιβόητον δόξαν, μηδὲ αὑτοὺς ἀνδραπόδων τρόπον παραδοῦναι τοῖς Συρακοσίοις.

ὁ μὲν οὖν Νικίας τοιούτοις χρησάμενος λόγοις πάλιν ἐπὶ τὴν ἰδίαν τάξιν ἐπανῆλθεν· οἱ δʼ ἐν ταῖς ναυσὶ παιανίσαντες ἔπλεον, καὶ φθάσαντες τοὺς πολεμίους διέλυον τὸ ζεῦγμα. οἱ δὲ Συρακόσιοι ταχέως ἐπαναχθέντες συνετάττοντο ταῖς τριήρεσι, καὶ συμπλεκόμενοι τοῖς ἐναντίοις ἠνάγκασαν αὐτοὺς ἐπιστρέφειν ἀπὸ τοῦ ζεύγματος καὶ διαμάχεσθαι.

ποιουμένων δὲ τὰς ἀνακρούσεις τῶν μὲν ἐπὶ τὸν αἰγιαλόν, τῶν δʼ εἰς μέσον τὸν λιμένα, τινῶν δὲ πρὸς τὰ τείχη, ταχέως ἀπʼ ἀλλήλων διεσπάσθησαν αἱ τριήρεις ἅπασαι, καὶ χωρισθέντων ἀπὸ τῶν κλείθρων πλήρης ἦν ὁ λιμὴν τῶν κατʼ ὀλίγους ναυμαχούντων.

ἔνθα δὴ παραβόλως ἀμφοτέρων περὶ τῆς νίκης ἀγωνιζομένων, οἱ μὲν Ἀθηναῖοι τῷ τε πλήθει τῶν νεῶν θαρροῦντες καὶ σωτηρίαν ἄλλην οὐχ ὁρῶντες θρασέως ἐκινδύνευον καὶ τὸν ἐν τῇ μάχῃ θάνατον εὐγενῶς ὑπέμενον· οἱ δὲ Συρακόσιοι θεατὰς τῶν ἀγώνων ἔχοντες γονεῖς καὶ παῖδας ἐφιλοτιμοῦντο πρὸς ἀλλήλους, ἑκάστου βουλομένου διʼ ἑαυτοῦ τὴν νίκην περιγενέσθαι τῇ πατρίδι.