Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

---διόπερ ὑπὸ τῶν πραγμάτων ἀναγκαζόμενος Ἰμίλκας ἔπεμψεν εἰς Συρακούσας κήρυκα, παρακαλῶν τοὺς ἡττημένους διαλύσασθαι. ἀσμένως δʼ ὑπακούσαντος τοῦ Διονυσίου τὴν εἰρήνην ἐπὶ τοῖσδε ἔθεντο· Καρχηδονίων εἶναι μετὰ τῶν ἐξ ἀρχῆς ἀποίκων Ἐλύμους καὶ Σικανούς· Σελινουντίους δὲ καὶ Ἀκραγαντίνους, ἔτι δʼ Ἱμεραίους, πρὸς δὲ τούτοις Γελῴους καὶ Καμαριναίους οἰκεῖν μὲν ἐν ἀτειχίστοις ταῖς πόλεσι, φόρον δὲ τελεῖν τοῖς Καρχηδονίοις· Λεοντίνους δὲ καὶ Μεσσηνίους καὶ Σικελοὺς ἅπαντας αὐτονόμους εἶναι, καὶ Συρακοσίους μὲν ὑπὸ Διονύσιον τετάχθαι, τὰ δὲ αἰχμάλωτα καὶ τὰς ναῦς ἀποδοῦναι τοὺς ἔχοντας τοῖς ἀποβαλοῦσι.

τῶν συνθηκῶν δὲ γενομένων Καρχηδόνιοι μὲν εἰς Λιβύην ἐξέπλευσαν, πλεῖον ἢ τὸ ἥμισυ μέρος τῶν στρατιωτῶν ἀποβαλόντες ὑπὸ τῆς νόσου· οὐδὲν δʼ ἧττον καὶ κατὰ Λιβύην διαμείναντος τοῦ λοιμοῦ, παμπληθεῖς αὐτῶν τε τῶν Καρχηδονίων, ἔτι δὲ τῶν συμμάχων διεφθάρησαν.

ἡμεῖς δὲ παραγενηθέντες ἐπὶ τὴν κατάλυσιν τῶν πολέμων, κατὰ μὲν τὴν Ἑλλάδα τοῦ Πελοποννησιακοῦ, κατὰ δὲ τὴν Σικελίαν τοῦ Καρχηδονίοις πρὸς Διονύσιον πρώτου συστάντος, ἡγούμεθα δεῖν ἐπιτετελεσμένης τῆς προθέσεως τὰς ἑξῆς πράξεις εἰς τὴν ἐχομένην βίβλον καταχωρίσαι.