Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τούτων δὲ κυρωθέντων, καὶ μελλόντων αὐτῶν ὑπὸ τῶν δημοσίων ἐπὶ τὸν θάνατον ἄγεσθαι, Διομέδων εἷς τῶν στρατηγῶν παρῆλθεν εἰς τὸ μέσον, ἀνὴρ καὶ τὰ περὶ τὸν πόλεμον ἔμπρακτος καὶ δικαιοσύνῃ τε καὶ ταῖς ἄλλαις ἀρεταῖς δοκῶν διαφέρειν.

σιωπησάντων δὲ πάντων εἶπεν· ἄνδρες Ἀθηναῖοι, τὰ μὲν περὶ ἡμῶν κυρωθέντα συνενέγκαι τῇ πόλει· τὰς δὲ ὑπὲρ τῆς νίκης εὐχὰς ἐπειδήπερ ἡ τύχη κεκώλυκεν ἡμᾶς ἀποδοῦναι, καλῶς ἔχον ὑμᾶς φροντίσαι, καὶ τῷ Διὶ τῷ σωτῆρι καὶ Ἀπόλλωνι καὶ ταῖς σεμναῖς θεαῖς ἀπόδοτε· τούτοις γὰρ εὐξάμενοι τοὺς πολεμίους κατεναυμαχήσαμεν.

ὁ μὲν οὖν Διομέδων ταῦτα διαλεχθεὶς ἐπὶ τὸν κυρωθέντα θάνατον ἀπήγετο μετὰ τῶν ἄλλων στρατηγῶν, τοῖς ἀγαθοῖς τῶν πολιτῶν πολὺν οἶκτον παραστήσας καὶ δάκρυα· τὸν γὰρ ἀδίκως τελευτᾶν μέλλοντα τοῦ μὲν καθʼ αὑτὸν πάθους μηδʼ ἡντινοῦν ποιεῖσθαι μνείαν, ὑπὲρδὲ τῆς ἀδικούσης πόλεως ἀξιοῦν τὰς εὐχὰς ἀποδιδόναι τοῖς θεοῖς, ἐφαίνετʼ ἀνδρὸς εὐσεβοῦς ἔργον καὶ μεγαλοψύχου καὶ τῆς περὶ αὐτὸν τύχης ἀναξίου.

τούτους μὲν οὖν οἱ ταχθέντες ὑπὸ τῶν νόμων ἕνδεκα ἄρχοντες ἀπέκτειναν, οὐχ οἷον ἠδικηκότας τι τὴν πόλιν, ἀλλὰ ναυμαχίαν μεγίστην τῶν Ἕλλησι πρὸς Ἕλληνας γεγενημένων νενικηκότας καὶ ἐν ἄλλαις μάχαις λαμπρῶς ἠγωνισμένους, καὶ διὰ τὰς ἰδίας ἀρετὰς τρόπαια κατὰ τῶν πολεμίων ἑστακότας.

οὕτως δʼ ὁ δῆμος τότε παρεφρόνησε, καὶ παροξυνθεὶς ἀδίκως ὑπὸ τῶν δημαγωγῶν τὴν ὀργὴν ἀπέσκηψεν εἰς ἄνδρας οὐ τιμωρίας, ἀλλὰ πολλῶν ἐπαίνων καὶ στεφάνων ἀξίους.