Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Ἀθηναῖοι μὲν οὖν περὶ ταῦτα ἦσαν. ἡμεῖς δὲ παρόντες ἐπὶ τὴν ἀρχὴν τοῦ πολέμου τοῦ συστάντος Ἀθηναίοις καὶ Συρακοσίοις, κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν τὰς ἑπομένας πράξεις εἰς τὴν ἐχομένην βίβλον κατατάξομεν.

στρατεία Ἀθηναίων ἐπὶ Συρακοσίους μεγάλαις δυνάμεσι πεζικαῖς τε καὶ ναυτικαῖς.

κατάπλους Ἀθηναίων εἰς Σικελίαν.

κατάκλησις Ἀλκιβιάδου τοῦ στρατηγοῦ καὶ φυγὴ εἰς Λακεδαίμονα.

ὡς Ἀθηναῖοι διαπλεύσαντες εἰς τὸν μέγαν λιμένα τῶν Συρακοσίων κατελάβοντο τοὺς περὶ τὸ Ὀλύμπιον τόπους.

ὡς Ἀθηναῖοι τὰς Ἐπιπολὰς καταλαβόμενοι καὶ μάχῃ νικήσαντες ἐξ ἀμφοτέρων τῶν μερῶν ἐπολιόρκησαν τὰς Συρακούσας.

ὡς Λακεδαιμονίων καὶ Κορινθίων πεμψάντων βοήθειαν ἐθάρρησαν οἱ Συρακόσιοι.

μάχη Συρακοσίων καὶ Ἀθηναίων καὶ νίκη Ἀθηναίων μεγάλη.

μάχη τοῖς αὐτοῖς καὶ νίκη Συρακοσίων.

ὡς Συρακόσιοι τῶν Ἐπιπολῶν κρατήσαντες ἠνάγκασαν τοὺς Ἀθηναίους εἰς μίαν ἐλθεῖν παρεμβολὴν τὴν πρὸς τῷ Ὀλυμπίῳ.

ὡς ναυτικὴν δύναμιν οἱ Συρακόσιοι κατασκευάσαντες ναυμαχεῖν διέγνωσαν.

ὡς Ἀθηναῖοι Λαμάχου τοῦ στρατηγοῦ τελευτήσαντος καὶ Ἀλκιβιάδου μετακληθέντος, ἀντὶ τούτων στρατηγοὺς ἔπεμψαν Εὐρυμέδοντα καὶ Δημοσθένην ἔχοντας δύναμιν καὶ χρήματα.

διάλυσις σπονδῶν ὑπὸ Λακεδαιμονίων καὶ πόλεμος πρὸς Ἀθηναίους ὁ Πελοποννησιακὸς λεγόμενος.

ναυμαχία Συρακοσίων καὶ Ἀθηναίων καὶ νίκη Ἀθηναίων, καὶ ἅλωσις φρουρίων ὑπὸ Συρακοσίων καὶ κατὰ γῆν νίκη.

ναυμαχία πάσαις ταῖς ναυσὶν ἐν τῷ μεγάλῳ λιμένι καὶ νίκη Συρακοσίων.

κατάπλους ἐξ Ἀθηνῶν Δημοσθένους καὶ Εὐρυμέδοντος μετὰ δυνάμεως ἀξιολόγου.

μάχη μεγάλη περὶ τὰς Ἐπιπολὰς καὶ νίκη Συρακοσίων.

δρασμὸς τῶν Ἀθηναίων καὶ ἅλωσις τῆς πάσης δυνάμεως.

ὡς Συρακόσιοι συνελθόντες εἰς ἐκκλησίαν προέθηκαν βουλήν, πῶς χρηστέον τοῖς αἰχμαλώτοις.

οἱ ῥηθέντες λόγοι πρὸς ἑκάτερον μέρος τῆς ὑποθέσεως.

τὰ ψηφισθέντα τοῖς Συρακοσίοις περὶ τῶν αἰχμαλώτων.

ὡς Ἀθηναίων πταισάντων περὶ Σικελίαν πολλοὶ τῶν συμμάχων ἀπέστησαν.

ὡς ὁ δῆμος τῶν Ἀθηναίων ἀθυμήσας παρεχώρησε τῆς δημοκρατίας καὶ τετρακοσίοις ἀνδράσι τὴν πολιτείαν ἐπέτρεψαν.

ὡς Λακεδαιμόνιοι ταῖς ναυμαχίαις τοὺς Ἀθηναίους ἐνίκησαν.

ὡς Συρακόσιοι τοὺς ἀνδραγαθήσαντας κατὰ τὸν πόλεμον ἀξιολόγοις δωρεαῖς ἐτίμησαν.

ὡς Διοκλῆς νομοθέτης αἱρεθεὶς ἔγραψε τοὺς νόμους Συρακοσίοις.

ὡς Συρακόσιοι τοῖς Λακεδαιμονίοις δύναμιν ἀξιόλογον ἔπεμψαν.

ὡς Ἀθηναῖοι τὸν τῶν Λακεδαιμονίων ναύαρχον καταναυμαχήσαντες Κύζικον ἐξεπολιόρκησαν.

ὡς Λακεδαιμονίων ἐξ Εὐβοίας πεντήκοντα ναῦς ἀποστειλάντων ἐπὶ βοήθειαν τοῖς ἡττημένοις, ἅπασαι περὶ τὸν Ἄθω μετὰ τῶν ἀνδρῶν διεφθάρησαν ὑπὸ τοῦ χειμῶνος.

Ἀλκιβιάδου κάθοδος καὶ στρατηγία.

πόλεμος Αἰγεσταίοις καὶ Σελινουντίοις περὶ τῆς ἀμφισβητουμένης χώρας.

ὡς Λακεδαιμόνιοι τὸν Εὔριπον χώσαντες τὴν Εὔβοιαν ἤπειρον ἐποίησαν.

περὶ τῆς ἐν Κορκύρᾳ γενομένης στάσεως καὶ σφαγῆς.

ναυμαχία Ἀθηναίων καὶ Λακεδαιμονίων περὶ τὸ Σίγειον καὶ νίκη Ἀθηναίων.

ὡς Ἀλκιβιάδης καὶ Θηραμένης ἐνίκησαν Λακεδαιμονίους ἅμα πεζῇ καὶ κατὰ θάλατταν ἐπιφανέστατα.

ὡς Καρχηδόνιοι μεγάλας δυνάμεις διαβιβάσαντες ἐν Σικελίᾳ Σελινοῦντα καὶ Ἱμέραν κατὰ κράτος εἷλον.

ὡς εἰς τὸν Πειραιέα καταπλεύσας μετὰ πολλῶν λαφύρων μεγάλης ἔτυχεν ἀποδοχῆς Ἀλκιβιάδης.

ὡς Ἆγις ὁ βασιλεὺς μεγάλῃ δυνάμει τὰς Ἀθήνας πολιορκεῖν ἐπιβαλόμενος ἐξέπεσεν.

Ἀλκιβιάδου φυγή, καὶ κτίσις Θέρμων ἐν Σικελίᾳ.

ναυμαχία Συρακοσίων πρὸς Καρχηδονίους καὶ νίκη Συρακοσίων.

περὶ τῆς ἐν Ἀκράγαντι εὐδαιμονίας καὶ τῶν ἐν αὐτῇ κατασκευασμάτων.

ὡς Καρχηδόνιοι τριάκοντα μυριάσι στρατεύσαντες εἰς Σικελίαν ἐπολιόρκησαν Ἀκράγαντα.

ὡς Συρακόσιοι παραλαβόντες τοὺς συμμάχους μυρίοις στρατιώταις ἐβοήθουν τοῖς Ἀκραγαντίνοις.

ὡς τετρακισμυρίων Καρχηδονίων ἀπαντησάντων ἐνίκησαν οἱ Συρακόσιοι καὶ πλείους τῶν ἑξακισχιλίων κατέκοψαν.

ὡς Καρχηδονίων τὰς ἀγορὰς παραιρουμένων οἱ Ἀκραγαντῖνοι διὰ τὴν σπάνιν τῆς τροφῆς ἠναγκάσθησαν ἐκλιπεῖν τὴν πατρίδα.

ὡς Διονύσιος στρατηγὸς αἱρεθεὶς ἐτυράννησε τῶν Συρακοσίων.

ὡς Ἀθηναῖοι ἐν Ἀργινούσαις ἐπιφανεστάτῃ ναυμαχίᾳ νικήσαντες τοὺς στρατηγοὺς ἀδίκως ἐθανάτωσαν.

ὡς Ἀθηναῖοι μεγάλῃ ναυμαχίᾳ λειφθέντες ἠναγκάσθησαν ἐφʼ οἷς δυνατὸν ἦν συνθέσθαι τὴν εἰρήνην, καὶ οὕτως ὁ Πελοποννησιακὸς πόλεμος κατελύθη.

ὡς Καρχηδόνιοι λοιμικῇ νόσῳ περιπεσόντες ἠναγκάσθησαν συνθέσθαι τὴν εἰρήνην πρὸς Διονύσιον τὸν τύραννον.

εἰ μὲν ὅμοια τοῖς ἄλλοις ἱστορίαν ἐπραγματευόμεθα, σχεδὸν ἦν ἐν τῷ προοιμίῳ περί τινων διαλεχθέντας ἐφʼ ὅσον ἦν εὔκαιρον, οὕτως ἐπὶ τὰς συνεχεῖς πράξεις μεταβιβάζειν τὸν λόγον· ὀλίγον γὰρ χρόνον ἀπολαβόντες τῇ γραφῇ, τὴν ἀναστροφὴν ἂν εἴχομεν τὸν ἀπὸ τῶν προοιμίων καρπὸν προσλαμβάνεσθαι·

ἐπεὶ δὲ ἐν ὀλίγαις βίβλοις ἐπηγγειλάμεθα μὴ μόνον τὰς πράξεις ἐφʼ ὅσον ἂν δυνώμεθα γράψειν, ἀλλὰ καὶ περιλήψεσθαι χρόνον πλείονα τῶν χιλίων καὶ ἑκατὸν ἐτῶν, ἀναγκαῖόν ἐστι τὸν πολὺν λόγον τῶν προοιμίων παραπέμψαντας ἐπʼ αὐτὰς ἔρχεσθαι τὰς πράξεις, τοῦτο μόνον προειπόντας, ὅτι κατὰ μὲν τὰς προηγουμένας ἓξ βίβλους ἀνεγράψαμεν τὰς ἀπὸ τῶν Τρωικῶν πράξεις ἕως εἰς τὸν ὑπὸ τῶν Ἀθηναίων ψηφισθέντα πόλεμον ἐπὶ Συρακοσίους, εἰς ὃν ἀπὸ Τροίας ἁλώσεως ἐστὶν ἔτη ἑπτακόσια ἑξήκοντα ὀκτώ·

ἐν ταύτῃ δὲ προσαναπληροῦντες τὸν συνεχῆ χρόνον, ἀρξόμεθα μὲν ἀπὸ τῆς ἐπὶ Συρακοσίους στρατείας, καταλήξομεν δʼ ἐπὶ τὴν ἀρχὴν τοῦ δευτέρου πολέμου Καρχηδονίοις πρὸς Διονύσιον τὸν Συρακοσίων τύραννον.

ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Χαβρίου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων κατέστησαν χιλιάρχους τρεῖς, Λεύκιον Σέργιον, Μάρκον Παπίριον, Μάρκον Σερουίλιον. ἐπὶ δὲ τούτων Ἀθηναῖοι ψηφισάμενοι τὸν πρὸς Συρακοσίους πόλεμον τάς τε ναῦς ἐπεσκεύασαν καὶ χρήματα συναγαγόντες μετὰ πολλῆς σπουδῆς ἅπαντα τὰ πρὸς τὴν στρατείαν παρεσκευάζοντο. ᾑρημένοι δὲ τρεῖς στρατηγούς, Ἀλκιβιάδην, Νικίαν, Λάμαχον, αὐτοκράτορας αὐτοὺς κατέστησαν ἁπάντων τῶν κατὰ τὸν πόλεμον.