Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῷ δʼ ἑκκαιδεκάτῳ παρὰ μὲν Ἀθηναίοις ἦν ἄρχων Ἀρίμνηστος, ἐν Ῥώμῃ δʼ ἀντὶ τῶν ὑπάτων χιλίαρχοι κατεστάθησαν τέτταρες, Τίτος Κλαύδιος καὶ Σπόριος Ναύτιος, ἔτι δὲ Λούκιος Σέντιος καὶ Σέξτος Ἰούλιος. ἐπὶ δὲ τούτων παρὰ μὲν Ἠλείοις ἤχθη Ὀλυμπιὰς πρώτη πρὸς ταῖς ἐνενήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Ἐξαίνετος Ἀκραγαντῖνος.

Βυζάντιοι δὲ καὶ Καλχηδόνιοι παραλαβόντες Θρᾷκας ἐστράτευσαν εἰς τὴν Βιθυνίαν πολλοῖς πλήθεσι, καὶ τήν τε χώραν ἐπόρθησαν καὶ πολλὰ τῶν μικρῶν πολισματίων ἐκπολιορκήσαντες ἐπετελέσαντο πράξεις ὠμότητι διαφερούσας· πολλῶν γὰρ αἰχμαλώτων κρατήσαντες ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων ἅπαντας ἀπέσφαξαν.

περὶ δὲ τοὺς αὐτοὺς χρόνους κατὰ τὴν Σικελίαν Ἐγεσταῖοι πρὸς Σελινουντίους ἐπολέμησαν περὶ χώρας ἀμφισβητησίμου, ποταμοῦ τὴν χώραν τῶν διαφερομένων πόλεων ὁρίζοντος.

Σελινούντιοι δὲ διαβάντες τὸ ῥεῖθρον τὸ μὲν πρῶτον τῆς παραποταμίας βίᾳ κατέσχον, μετὰ δὲ ταῦτα καὶ τῆς προσκειμένης χώρας πολλὴν ἀποτεμόμενοι κατεφρόνησαν τῶν ἠδικημένων.

οἱ δʼ Ἐγεσταῖοι παροξυνθέντες τὸ μὲν πρῶτον διὰ τῶν λόγων πείθειν ἐπεβάλοντο μὴ ἐπιβαίνειν τῆς ἀλλοτρίας γῆς· ὡς δὲ οὐδεὶς αὐτοῖς προσεῖχεν, ἐστράτευσαν ἐπὶ τοὺς κατέχοντας τὴν χώραν, καὶ πάντας ἐκβαλόντες ἐκ τῶν ἀγρῶν αὐτοὶ τὴν χώραν κατέσχον.