Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

πολλῶν δὲ πόλεων ὑπακουουσῶν πρὸς τὴν κοινὴν ἐλευθερίαν, καὶ τῶν μὲν Ἀθηναίων καταφρονουμένων διὰ τὴν περὶ τὸ Δήλιον συμφοράν, τῶν δὲ Λακεδαιμονίων τεταπεινωμένων τῇ δόξῃ διὰ τὴν ἅλωσιν τῶν ἐν τῇ Σφακτηρίᾳ νήσῳ, πολλαὶ πόλεις συνίσταντο, καὶ προῆγον τὴν τῶν Ἀργείων πόλιν ἐπὶ τὴν ἡγεμονίαν.

εἴ͂χε γὰρ ἡ πόλις αὕτη μέγα ἀξίωμα διὰ τὰς παλαιὰς πράξεις· πρὸ γὰρ τῆς Ἡρακλειδῶν κατηλύσεως ἐκ τῆς Ἀργείας ὑπῆρξαν σχεδὸν ἅπαντες οἱ μέγιστοι τῶν βασιλέων· πρὸς δὲ τούτοις πολὺν χρόνον εἰρήνην ἔχουσα προσόδους μεγίστας ἐλάμβανε, καὶ πλῆθος οὐ μόνον χρημάτων εἶχεν, ἀλλὰ καὶ ἀνδρῶν.

οἱ δʼ Ἀργεῖοι νομίζοντες αὑτοῖς συγχωρηθήσεσθαι τὴν ὅλην ἡγεμονίαν, ἐπέλεξαν τῶν πολιτῶν χιλίους τοὺς νεωτέρους καὶ μάλιστα τοῖς τε σώμασιν ἰσχύοντας καὶ ταῖς οὐσίαις· ἀπολύσαντες δὲ αὐτοὺς καὶ τῆς ἄλλης λειτουργίας καὶ τροφὰς δημοσίας χορηγοῦντες προσέταξαν γυμνάζεσθαι συνεχεῖς μελέτας. οὗτοι μὲν οὖν διὰ τὴν χορηγίαν καὶ τὴν συνεχῆ μελέτην ταχὺ τῶν πολεμικῶν ἔργων ἀθληταὶ κατεστάθησαν.

Λακεδαιμόνιοι δὲ ὁρῶντες ἐπʼ αὐτοὺς συνισταμένην τὴν Πελοπόννησον καὶ προορώμενοι τὸ μέγεθος τοῦ πολέμου, τὰ κατὰ τὴν ἡγεμονίαν ὡς ἦν δυνατὸν ἠσφαλίζοντο. καὶ πρῶτον μὲν τοὺς μετὰ Βρασίδα κατὰ τὴν Θρᾴκην ἐστρατευμένους Εἵλωτας ὄντας χιλίους ἠλευθέρωσαν, μετὰ δὲ ταῦτα τοὺς ἐν τῇ Σφακτηρίᾳ νήσῳ ληφθέντας αἰχμαλώτους Σπαρτιάτας ἀτιμίᾳ περιβεβληκότες, ὡς τὴν Σπάρτην ἀδοξοτέραν πεποιηκότας, ἀπέλυσαν τῆς ἀτιμίας.

ἀκολούθως δὲ τούτοις τοῖς κατὰ τὸν πόλεμον ἐπαίνοις καὶ τιμαῖς προετρέποντο τὰς προγεγενημένας ἀνδραγαθίας ἐν τοῖς μέλλουσιν ἀγῶσιν ὑπερβάλλεσθαι· τοῖς τε συμμάχοις ἐπιεικέστερον προσεφέροντο, καὶ ταῖς φιλανθρωπίαις τοὺς ἀλλοτριωτάτους αὐτῶν ἐθεράπευον.

Ἀθηναῖοι δὲ τοὐναντίον τῷ φόβῳ βουλόμενοι καταπλήξασθαι τοὺς ἐν ὑποψίᾳ ἀποστάσεως ὄντας, παράδειγμα πᾶσιν ἀνέδειξαν τὴν ἐκ τῶν Σκιωναίων τιμωρίαν· ἐκπολιορκήσαντες γὰρ αὐτοὺς καὶ πάντας ἡβηδὸν κατασφάξαντες, παῖδας μὲν καὶ γυναῖκας ἐξηνδραποδίσαντο,τὴν δὲ νῆσον οἰκεῖν παρέδοσαν τοῖς Πλαταιεῦσιν, ἐκπεπτωκόσι διʼ ἐκείνους ἐκ τῆς πατρίδος.