Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀμεινίου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Γάιον Παπίριον καὶ Λεύκιον Ἰούνιον. ἐπὶ δὲ τούτων Σκιωναῖοι μὲν καταφρονήσαντες τῶν Ἀθηναίων διὰ τὴν περὶ τὸ Δήλιον ἧτταν, ἀπέστησαν πρὸς τοὺς Λακεδαιμονίους καὶ τὴν πόλιν παρέδωκαν Βρασίδᾳ τῷ στρατηγοῦντι τῶν ἐπὶ Θρᾴκης Λακεδαιμονίων.

ἐν δὲ τῇ Λέσβῳ μετὰ τὴν ἅλωσιν τῆς Μυτιλήνης ὑπʼ Ἀθηναίων οἱ πεφευγότες ἐκ τῆς ἁλώσεως πολλοὶ τὸν ἀριθμὸν ὄντες καὶ πάλαι μὲν ἐπεχείρουν κατελθεῖν εἰς τὴν Λέσβον, τότε δὲ συστραφέντες Ἄντανδρον κατέλαβον, κἀκεῖθεν ὁρμώμενοι διεπολέμουν τοῖς κατέχουσι τὴν Μυτιλήνην Ἀθηναίοις.