Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ὅμως δὲ τοσοῦτο πλῆθος τῶν ἀναιρεθέντων ἦν, ὥστε τοὺς Θηβαίους ἐκ τῆς τῶν λαφύρων τιμῆς τήν τε στοὰν τὴν μεγάλην ἐν ἀγορᾷ κατασκευάσαι καὶ χαλκοῖς ἀνδριᾶσι κοσμῆσαι, τοὺς δὲ ναοὺς καὶ τὰς κατὰ τὴν ἀγορὰν στοὰς τοῖς ὅπλοις τοῖς ἐκ τῶν σκύλων προσηλωθεῖσι καταχαλκῶσαι· τήν τε τῶν Δηλίων πανήγυριν ἀπὸ τούτων τῶν χρημάτων ἐνεστήσαντο ποιεῖν.

μετὰ δὲ τὴν μάχην οἱ μὲν Βοιωτοὶ τῷ Δηλίῳ προσβολὰς ποιησάμενοι κατὰ κράτος εἷλον τὸ χωρίον· τῶν δὲ φρουρούντων τὸ Δήλιον οἱ πλείους μὲν μαχόμενοι γενναίως ἀπέθανον, διακόσιοι δὲ ἥλωσαν· οἱ δὲ λοιποὶ κατέφυγον εἰς τὰς ναῦς, καὶ διεκομίσθησαν μετὰ τῶν ἄλλων εἰς τὴν Ἀττικήν. Ἀθηναῖοι μὲν οὖν ἐπιβουλεύσαντες τοῖς Βοιωτοῖς τοιαύτῃ συμφορᾷ περιέπεσον.