Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἀμφοτέρων δὲ προθύμως ὡρμημένων παρετάχθησαν αἱ δυνάμεις τόνδε τὸν τρόπον. παρὰ τοῖς Βοιωτοῖς ἐτάχθησαν ἐπὶ τὸ δεξιὸν κέρας Θηβαῖοι, ἐπὶ δὲ τὸ εὐώνυμον Ὀρχομένιοι, τὴν δὲ μέσην ἀνεπλήρουν φάλαγγα Βοιωτοί· προεμάχοντο δὲ πάντων οἱ παρʼ ἐκείνοις ἡνίοχοι καὶ παραβάται καλούμενοι, ἄνδρες ἐπίλεκτοι τριακόσιοι. Ἀθηναῖοι δὲ διατάττοντες ἔτι τὴν δύναμιν ἠναγκάσθησαν συνάψαι μάχην.

γενομένης δὲ τῆς παρατάξεως ἰσχυρᾶς, τὸ μὲν πρῶτον οἱ τῶν Ἀθηναίων ἱππεῖς ἀγωνιζόμενοι λαμπρῶς ἠνάγκασαν φυγεῖν τοὺς ἀντιστάντας ἱππεῖς· μετὰ δὲ ταῦτα τῶν πεζῶν διαγωνισαμένων οἱ ταχθέντες κατὰ τοὺς Θηβαίους Ἀθηναῖοι βιασθέντες ἐτράπησαν, οἱ δὲ λοιποὶ τοὺς ἄλλους Βοιωτοὺς τρεψάμενοι καὶ συχνοὺς ἀνελόντες ἐφʼ ἱκανὸν τόπον ἐδίωξαν.

οἱ δὲ Θηβαῖοι, διαφέροντες ταῖς τῶν σωμάτων ῥώμαις, ἐπέστρεψαν ἀπὸ τοῦ διωγμοῦ, καὶ τοῖς διώκουσι τῶν Ἀθηναίων ἐπιπεσόντες φυγεῖν ἠνάγκασαν· ἐπιφανεῖ δὲ μάχῃ νικήσαντες μεγάλην ἀπηνέγκαντο δόξαν πρὸς ἀνδρείαν.

τῶν δʼ Ἀθηναίων οἱ μὲν εἰς Ὠρωπόν, οἱ δὲ εἰς τὸ Δήλιον κατέφυγον, τινὲς δὲ πρὸς τὴν θάλατταν διέτειναν πρὸς τὰς ἰδίας ναῦς, ἄλλοι δὲ κατʼ ἄλλους ὡς ἔτυχε τόπους διεσπάρησαν. ἐπιγενομένης δὲ τῆς νυκτὸς ἔπεσον τῶν μὲν Βοιωτῶν οὐ πλείους τῶν πεντακοσίων, τῶν δʼ Ἀθηναίων πολλαπλάσιοι τούτων. εἰ μὲν οὖν ἡ νὺξ μὴ προκατέλαβεν, οἱ πλεῖστοι τῶν Ἀθηναίων ἂν ἐτελεύτησαν· αὕτη γὰρ μεσολαβήσασα τὰς τῶν διωκόντων ὁρμὰς διέσωσε τοὺς φεύγοντας.