Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τῶν δʼ Ἀθηναίων περὶ ταῦτʼ ἀσχολουμένων Λακεδαιμόνιοι τοὺς Πελοποννησίους παραλαβόντες κατεστρατοπέδευσαν περὶ τὸν ἰσθμόν, διανοούμενοι πάλιν εἰς τὴν Ἀττικὴν εἰσβαλεῖν· σεισμῶν δὲ μεγάλων γινομένων δεισιδαιμονήσαντες ἀνέκαμψαν εἰς τὰς πατρίδας.

τηλικούτους δὲ τοὺς σεισμοὺς συνέβη γενέσθαι κατὰ πολλὰ μέρη τῆς Ἑλλάδος, ὥστε καὶ πόλεις τινὰς ἐπιθαλαττίους ἐπικλύσασαν τὴν θάλατταν διαφθεῖραι, καὶ κατὰ τὴν Λοκρίδα χερρονήσου καθεστώσης ῥῆξαι μὲν τὸν ἰσθμόν, ποιῆσαι δὲ νῆσον τὴν ὀνομαζομένην Ἀταλάντην.

ἅμα δὲ τούτοις πραττομένοις Λακεδαιμόνιοι τὴν Τραχῖνα καλουμένην ᾤκισαν καὶ μετωνόμασαν Ἡράκλειαν διὰ τοιαύτας τινὰς αἰτίας.

Τραχίνιοι πρὸς Οἰταίους ὁμόρους ὄντας ἔτη πολλὰ διεπολέμουν καὶ τοὺς πλείους τῶν πολιτῶν ἀπέβαλον. ἐρήμου δʼ οὔσης τῆς πόλεως ἠξίωσαν Λακεδαιμονίους ὄντας ἀποίκους ἐπιμεληθῆναι τῆς πόλεως. οἱ δὲ καὶ διὰ τὴν συγγένειαν καὶ διὰ τὸ τὸν Ἡρακλέα, πρόγονον ἑαυτῶν ὄντα, ἐγκατῳκηκέναι κατὰ τοὺς ἀρχαίους χρόνους ἐν τῇ Τραχῖνι, ἔγνωσαν μεγάλην αὐτὴν ποιῆσαι πόλιν.

διὸ καὶ Λακεδαιμονίων μὲν καὶ τῶν Πελοποννησίων τετρακισχιλίους οἰκήτορας ἐκπεμψάντων, καὶ παρὰ τῶν ἄλλων Ἑλλήνων τοὺς βουλομένους μετέχειν τῆς ἀποικίας προσεδέξαντο· οὗτοι δʼ ἦσαν οὐκ ἐλάττους τῶν ἑξακισχιλίων. διὸ καὶ τὴν Τραχῖνα μυρίανδρον ποιήσαντες, καὶ τὴν χώραν κατακληρουχήσαντες, ὠνόμασαν τὴν πόλιν Ἡράκλειαν.

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Στρατοκλέους ἐν Ῥώμῃ ἀντὶ τῶν ὑπάντων χιλίαρχοι τρεῖς κατεστάθησαν, Λεύκιος Φούριος, Σπόριος Πινάριος καὶ Γάιος Μέτελλος. ἐπὶ δὲ τούτων Ἀθηναῖοι μὲν Δημοσθένη προχειρισάμενοι στρατηγὸν μετὰ νεῶν τριάκοντα καὶ στρατιωτῶν ἱκανῶν ἐξαπέστειλαν. οὗτος δὲ προσλαβόμενος παρὰ τῶν Κερκυραίων τριήρεις πεντεκαίδεκα καὶ παρὰ τῶν Κεφαλλήνων καὶ Ἀκαρνάνων καὶ Μεσσηνίων τῶν ἐν Ναυπάκτῳ στρατιώτας ἔπλευσεν ἐπὶ τὴν Λευκάδα. δῃώσας δὲ τὴν χώραν τῶν Λευκαδίων ἀπέπλευσεν ἐπὶ τὴν Αἰτωλίαν καὶ πολλὰς αὐτῶν κώμας ἐπόρθησε. τῶν δὲ Αἰτωλῶν συστραφέντων ἐπʼ αὐτὸν ἐγένετο μάχη, καθʼ ἣν Ἀθηναῖοι λειφθέντες εἰς Ναύπακτον ἀπεχώρησαν.

οἱ δὲ Αἰτωλοὶ διὰ τὴν νίκην ἐπαρθέντες, καὶ προσλαβόμενοι Λακεδαιμονίων τρισχιλίους στρατιώτας, στρατεύσαντες ἐπὶ Ναύπακτον, κατοικούντων ἐν αὐτῇ τότε Μεσσηνίων, ἀπεκρούσθησαν.