Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Ἀθηναῖοι δὲ καὶ πάλαι μὲν ἦσαν ἐπιθυμηταὶ τῆς Σικελίας διὰ τὴν ἀρετὴν τῆς χώρας, καὶ τότε δʼ ἀσμένως προσδεξάμενοι τοὺς τοῦ Γοργίου λόγους ἐψηφίσαντο συμμαχίαν ἐκπέμπειν τοῖς Λεοντίνοις, πρόφασιν μὲν φέροντες τὴν τῶν συγγενῶν χρείαν καὶ δέησιν, τῇ δʼ ἀληθείᾳ τὴν νῆσον σπεύδοντες κατακτήσασθαι.

καὶ γὰρ οὐ πολλοῖς ἔτεσι πρότερον τῶν τε Κορινθίων καὶ τῶν Κερκυραίων διαπολεμούντων μὲν πρὸς ἀλλήλους, φιλοτιμηθέντων δʼ ἀμφοτέρων συμμάχους λαβεῖν τοὺς Ἀθηναίους, προέκρινεν ὁ δῆμος συμμαχεῖν τοῖς Κερκυραίοις διὰ τὸ τὴν Κέρκυραν εὐφυῶς κεῖσθαι πρὸς τὸν εἰς Σικελίαν πλοῦν.

καθόλου γὰρ οἱ Ἀθηναῖοι κατακτησάμενοι τὴν τῆς θαλάττης ἡγεμονίαν καὶ μεγάλας πράξεις ἐπιτελεσάμενοι συμμάχων τε πολλῶν εὐπόρουν καὶ δυνάμεις μεγίστας ἐκέκτηντο καὶ χρημάτων τε πλῆθος ἕτοιμον παρέλαβον, μετακομίσαντες ἐκ Δήλου τὰ κοινὰ χρήματα τῶν Ἑλλήνων, ὄντα πλείω τῶν μυρίων ταλάντων, ἡγεμόσι τε μεγάλοις καὶ διὰ στρατηγίαν δεδοκιμασμένοις ἐχρήσαντο, καὶ διὰ τούτων ἁπάντων ἤλπιζον καταπολεμήσειν μὲν τοὺς Λακεδαιμονίους, πάσης δὲ τῆς Ἑλλάδος τὴν ἡγεμονίαν περιπεποιημένοι ἀνθέξεσθαι τῆς Σικελίας.

διὰ ταύτας οὖν τὰς αἰτίας ψηφισάμενοι βοηθεῖν τοῖς Λεοντίνοις ἐξέπεμψαν εἰς τὴν Σικελίαν ναῦς εἴκοσι καὶ στρατηγοὺς Λάχητα καὶ Χαροιάδην. οὗτοι δὲ πλεύσαντες εἰς τὸ Ῥήγιον προσελάβοντο ναῦς εἴκοσι παρὰ τῶν Ῥηγίνων καὶ τῶν ἄλλων Χαλκιδέων ἀποίκων. ἐντεῦθεν δʼ ὁρμώμενοι τὸ μὲν πρῶτον τὰς Λιπαραίων νήσους κατέδραμον διὰ τὸ συμμαχεῖν τοὺς Λιπαραίους τοῖς Συρακοσίοις, μετὰ δὲ ταῦτα ἐπὶ Λοκροὺς πλεύσαντες καὶ πέντε νεῶν Λοκρίδων κυριεύσαντες, Μύλας φρούριον ἐπολιόρκησαν.

ἐπιβοηθησάντων δὲ τῶν πλησιοχώρων Σικελιωτῶν τοῖς Μυλαίοις ἐγένετο μάχη, καθʼ ἣν Ἀθηναῖοι νικήσαντες ἀπέκτειναν μὲν πλείους τῶν χιλίων, ἐζώγρησαν δὲ οὐκ ἐλάττους τῶν ἑξακοσίων· εὐθὺς δὲ καὶ τὸ φρούριον ἐκπολιορκήσαντες κατέσχον.

τούτων δὲ πραττομένων κατέπλευσαν νῆες τετταράκοντα, ἃς ἀπέστειλεν ὁ δῆμος, κρίνων γενναιότερον ἅπτεσθαι τοῦ πολέμου· ἡγεῖτο δʼ αὐτῶν Εὐρυμέδων καὶ Σοφοκλῆς. ἀθροισθεισῶν δὲ τῶν τριήρων εἰς ἕνα τόπον ἀξιόλογος ἤδη στόλος κατεσκεύαστο, συγκείμενος ἐκ τριήρων ὀγδοήκοντα.

τοῦ δὲ πολέμου χρονίζοντος οἱ Λεοντῖνοι διαπρεσβευσάμενοι πρὸς τοὺς Συρακοσίους διελύθησαν. διόπερ αἱ μὲν τῶν Ἀθηναίων τριήρεις ἀπέπλευσαν εἰς τὴν οἰκείαν, οἱ δὲ Συρακόσιοι τοῖς Λεοντίνοις μεταδόντες τῆς πολιτείας ἅπαντας Συρακοσίους ἐποίησαν, καὶ τὴν πόλιν φρούριον ἀπέδειξαν τῶν Συρακοσίων. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.