Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ἡ μὲν γὰρ παραθαλάττιος αὐτῆς ἀπὸ τῆς Ἀβδηριτῶν χώρας τὴν ἀρχὴν ἔχουσα διέτεινε μέχρι τοῦ Ἴστρου ποταμοῦ, ἀπὸ δὲ θαλάττης εἰς τὸ μεσόγειον πορευομένῳ τοσοῦτον εἶχε διάστημα, ὥστε πεζὸν εὔζωνον ὁδοιπορῆσαι ἡμέρας δέκα τρεῖς. τηλικαύτης δὲ χώρας βασιλεύων ἐλάμβανε προσόδους καθʼ ἕκαστον ἐνιαυτὸν πλείω χιλίων ταλάντων.
κατὰ δὲ τοὺς ὑποκειμένους καιροὺς ἔχων πόλεμον ἤθροισεν ἐκ τῆς Θρᾴκης στρατιώτας πεζοὺς μὲν πλείους τῶν δώδεκα μυριάδων, ἱππεῖς δὲ πεντακισμυρίους. ἀναγκαῖον δʼ ἐστὶ τοῦ πολέμου τούτου προεκθέσθαι τὰς αἰτίας, ἵνα σαφὴς ὁ περὶ αὐτοῦ λόγος ὑπάρξῃ τοῖς ἀναγινώσκουσι. Σιτάλκης τοίνυν πρὸς Ἀθηναίους φιλίαν συνθέμενος ὡμολόγησεν αὐτοῖς συμμαχήσειν τὸν ἐπὶ Θρᾴκης πόλεμον· διόπερ βουλόμενος τοὺς Χαλκιδεῖς σὺν τοῖς Ἀθηναίοις καταπολεμῆσαι, παρεσκευάζετο δύναμιν ἀξιόλογον.
ἅμα δὲ καὶ πρὸς Περδίκκαν τὸν βασιλέα τῶν Μακεδόνων ἀλλοτρίως διακείμενος, ἔκρινε κατάγειν ἐπὶ τὴν Μακεδονικὴν βασιλείαν Ἀμύνταν τὸν Φιλίππου. διʼ ἀμφοτέρας οὖν τὰς προειρημένας αἰτίας ἦν ἀναγκαῖον αὐτῷ συστήσασθαι δύναμιν ἀξιόλογον. ὡς δʼ αὐτῷ τὰ πρὸς τὴν στρατείαν εὐτρεπῆ κατεσκεύαστο, προήγαγε τὴν δύναμιν ἅπασαν, καὶ διελθὼν τὴν Θρᾴκην ἐνέβαλεν εἰς τὴν Μακεδονίαν.
οἱ δὲ Μακεδόνες τὸ μέγεθος τῆς δυνάμεως καταπλαγέντες παρατάξασθαι μὲν οὐκ ἐτόλμησαν, ἐκκομίσαντες δὲ τόν τε σῖτον καὶ τῶν χρημάτων ὅσα δυνατὸν ἦν εἰς τὰ καρτερώτατα φρούρια, μένοντες ἐν τούτοις ἡσυχίαν εἶχον.
οἱ δὲ Θρᾷκες καταγαγόντες τὸν Ἀμύνταν ἐπὶ τὴν βασιλείαν τὸ μὲν πρῶτον διὰ λόγων καὶ πρεσβειῶν ἐπειρῶντο προσάγεσθαι τὰς πόλεις, ὡς δʼ οὐδεὶς αὐτοῖς προσεῖχεν, εὐθὺς τῷ πρώτῳ φρουρίῳ προσβαλόντες κατὰ κράτος εἷλον.
μετὰ δὲ ταῦτά τινες τῶν πόλεων καὶ τῶν φρουρίων διὰ τὸν φόβον ἑκουσίως ὑπετάγησαν. πορθήσαντες δὲ πᾶσαν τὴν Μακεδονίαν καὶ πολλῆς ὠφελείας κύριοι γενόμενοι μετέβησαν ἐπὶ τὰς Ἑλληνίδας πόλεις τὰς τῶν Χαλκιδέων.
τοῦ δὲ Σιτάλκου περὶ ταῦτα διατρίβοντος Θετταλοὶ καὶ Ἀχαιοὶ καὶ Μάγνητες καὶ οἱ ἄλλοι πάντες Ἕλληνες ὅσοι κατῴκουν μεταξὺ Μακεδονίας καὶ Θερμοπυλῶν, συνεφρόνησαν καὶ δύναμιν ἀξιόλογον κοινῇ συνεστήσαντο· εὐλαβοῦντο γὰρ μήποτε τοσαύταις μυριάσιν οἱ Θρᾷκες ἐμβάλωσιν αὐτῶν εἰς τὴν χώραν, καὶ κινδυνεύσωσι ταῖς πατρίσι.