Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετὰ δὲ ταῦτα Ἀθηναῖοι στρατηγὸν προχειρισάμενοι Κλεόπομπον ἐξαπέστειλαν μετὰ νεῶν τριάκοντα, προστάξαντες τήν τε Εὔβοιαν παραφυλάττειν καὶ Λοκροῖς πολεμεῖν. ὁ δʼ ἐκπλεύσας τήν τε παραθαλάττιον τῆς Λοκρίδος ἐδῄωσε καὶ πόλιν Θρόνιον ἐξεπολιόρκησε, τοῖς δʼ ἀντιταξαμένοις τῶν Λοκρῶν συνάψας μάχην ἐνίκησε περὶ πόλιν Ἀλόπην. ἔπειτα τὴν προκειμένην τῆς Λοκρίδος νῆσον, ὀνομαζομένην Ἀταλάντην, ἐπιτείχισμα τῆς Λοκρίδος κατεσκεύασε, πολεμῶν πρὸς τοὺς ἐγχωρίους.

Ἀθηναῖοι δʼ ἐγκαλοῦντες Αἰγινήταις ὡς συνηργηκόσι Λακεδαιμονίοις ἀνέστησαν αὐτοὺς ἐκ τῆς πόλεως, ἐκ δὲ τῶν πολιτῶν οἰκήτορας ἐκπέμψαντες κατεκληρούχησαν τήν τε Αἴγιναν καὶ τὴν χώραν.

Λακεδαιμόνιοι δὲ τοῖς ἐκπεπτωκόσιν Αἰγινήταις ἔδωκαν οἰκεῖν τὰς καλουμένας Θυρέας διὰ τὸ καὶ τοὺς Ἀθηναίους δεδωκέναι τοῖς ἐκ Μεσσήνης ἐκβληθεῖσι κατοικεῖν Ναύπακτον. Ἀθηναῖοι δὲ Περικλέα μετὰ δυνάμεως ἐξέπεμψαν πολεμήσοντα τοῖς Μεγαρεῦσιν. οὗτος δὲ πορθήσας τὴν χώραν καὶ τὰς κτήσεις αὐτῶν λυμηνάμενος μετὰ πολλῆς ὠφελείας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.