Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Πυθοδώρου Ῥωμαῖοι μὲν ὑπάτους κατέστησεν Τίτον Κοΐντιον καὶ Νίττον Μενήνιον, Ἠλεῖοι δʼ ἤγαγον Ὀλυμπιάδα ἑβδόμην πρὸς ταῖς ὀγδοήκοντα, καθʼ ἣν ἐνίκα στάδιον Σώφρων Ἀμπρακιώτης. ἐπὶ δὲ τούτων ἐν τῇ Ῥώμῃ Σπόριος Μαίλιος ἐπιθέμενος τυραννίδι ἀνῃρέθη. Ἀθηναῖοι δὲ περὶ Ποτίδαιαν νενικηκότες ἐπιφανεῖ μάχῃ, Καλλίου τοῦ στρατηγοῦ πεσόντος ἐν τῇ παρατάξει, στρατηγὸν ἕτερον ἐξέπεμψαν Φορμίωνα. οὗτος δὲ παραλαβὼν τὸ στρατόπεδον καὶ προσκαθήμενος τῇ πόλει τῶν Ποτιδαιατῶν συνεχεῖς προσβολὰς ἐποιεῖτο· ἀμυνομένων δὲ τῶν ἔνδον εὐρώστως ἐγένετο πολυχρόνιος πολιορκία.

Θουκυδίδης δὲ ὁ Ἀθηναῖος τὴν ἱστορίαν ἐντεῦθεν ἀρξάμενος ἔγραψε τὸν γενόμενον πόλεμον Ἀθηναίοις πρὸς Λακεδαιμονίους τὸν ὀνομασθέντα Πελοποννησιακόν. οὗτος μὲν οὖν ὁ πόλεμος διέμεινεν ἐπὶ ἔτη εἴκοσι ἑπτά, ὁ δὲ Θουκυδίδης ἔτη δύο πρὸς τοῖς εἴκοσι γέγραφεν ἐν βίβλοις ὀκτώ, ὡς δέ τινες διαιροῦσιν, ἐννέα.

ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Εὐθυδήμου Ῥωμαῖοι μὲν ἀντὶ τῶν ὑπάτων τρεῖς χιλιάρχους κατέστησαν, Μάνιον Αἰμιλιανὸν Μάμερκον, Γάιον Ἰούλιον, Λεύκιον Κοΐντιον. ἐπὶ δὲ τούτων Ἀθηναίοις καὶ Λακεδαιμονίοις ἐνέστη πόλεμος ὁ κληθεὶς Πελοποννησιακός, μακρότατος τῶν ἱστορημένων πολέμων. ἀναγκαῖον δʼ ἐστὶ καὶ τῆς ὑποκειμένης ἱστορίας οἰκεῖον προεκθέσθαι τὰς αἰτίας αὐτοῦ.

Ἀθηναῖοι τῆς κατὰ θάλατταν ἡγεμονίας ἀντεχόμενοι τὰ ἐν Δήλῳ κοινῇ συνηγμένα χρήματα, τάλαντα σχεδὸν ὀκτακισχίλια, μετήνεγκαν εἰς τὰς Ἀθήνας καὶ παρέδωκαν φυλάττειν Περικλεῖ. οὗτος δʼ ἦν εὐγενείᾳ καὶ δόξῃ καὶ λόγου δεινότητι πολὺ προέχων τῶν πολιτῶν. μετὰ δέ τινα χρόνον ἀνηλωκὼς ἀπʼ αὐτῶν ἰδίᾳ πλῆθος ἱκανὸν χρημάτων καὶ λόγον ἀπαιτούμενος εἰς ἀρρωστίαν ἐνέπεσεν, οὐ δυνάμενος τῶν πεπιστευμένων ἀποδοῦναι τὸν ἀπολογισμόν.